# P.Lips. 1 1

Documentary Papyri, P.Lips. 1, P.Lips. 1 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lips-1/1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lips-1/1

βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου ἐπικαλουμένου Ἀλεξάνδρου τοῦ υἱοῦ Θεῶν Φιλομητόρων Σωτήρων ἔτους ιγ τοῦ καὶ ι ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Μεσορὴ κγ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Πετεαρσεμθεὺς Πανοβχούνιος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λ εὐμεγέθης μελίχρως ὑπόκλαστος μακροπρόσωπος εὐθύριν οὐλὴ ὀδόντι καὶ παρʼ ὀφθαλμὸν ἀριστερὸν τὴν ἐπιβάλλουσαν αὐτῷ τετάρτην μερίδα ἀμπελῶνος συνφύτου τοῦ ὄντος ἐν τῇ ταινίᾳ Παθύρεως καὶ πάντων τῶν φυομένων δένδρων καὶ πέμπτην μερίδα γῆς σιτοφόρου ἐν τῷ ἀπὸ βορρᾶ καὶ λιβὸς τοῦ ἀμπελῶνος συναπτούσης ἐν τῇ αὐτῇ ταινίᾳ ὑπαρχούσης αὐτῷ καὶ τοῖς ἀδελφοῖς ἀδιαιρέτου, ὧν γείτονες νότου ἀμπελὼν Ταθώτιος τῆς Φίβιος, βορρᾶ γῆ Πατοῦτος τοῦ Ὥρου καὶ τῶν ἀδελφῶν, ἀπηλιώτου περίβολος τῶν ἀμπελώνων, λιβὸς περίχωμα, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Σεννῆσις Ψενθώτου Περσίνη ὡς ἐτῶν κε ἐλάσσων μελίχρως κάκοψις μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ Πετεαρσεμθέως Πανοβχούνιος τοῦ πωλουμένου τιμῆς τῆς συνχωρηθείσης χαλκοῦ ταλάντου α δραχμῶν Εφ. προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πετεαρσεμθεὺς ὁ ἀποδόμενος, ὃν ἐδέξατο Σεννῆσις ἡ πριαμένη. ὠνὴ Πετεαρσεμθέως.

---

Documentary Papyri, P.Lips. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lips;1.
