# P.Lips. 1 10.1.35-10.2.28

Documentary Papyri, P.Lips. 1, 10.1.35 to 10.2.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lips-1/10.1.35
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lips-1/10.1.35

… τόποι ἀδέσποτοι, τῶν λοιπῶν δυεῖν ἀνέμων ὅριον αὐλῶνος, ἀντὶ δὲ τῶν τοῦ ὑπερπεσόντος χρόνου δραχμιαίων τόκων ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον τὴν τοῦ προ… … ἡμίσους μέρους τῶν ἀρουρῶν μα δ καὶ τετάρτου μέρους τοῦ παραδείσου …α…ε … καρπείαν καὶ διαμίσθωσιν καὶ πρόσοδον πᾶσαν, ἢ πρᾶξιν ποιήσασθαι ἔκ τε ἐμοῦ καὶ ἐκ τοῦ πεπραγμένου ὑπαλλάγματος καὶ ἐκ τῶν λοιπῶν ὑπαρχόντων πάντων καθάπερ ἐκ δίκης· καὶ ἐντεῦθεν φυλάξω τὸ προκείμενον ὑπάλλαγμα ἑτέροις καὶ ἀνεξαλλοτρίωτον καὶ ἀνεπιδάνειστον ἄχρι οὗ ἀποδῶ ἢ πραχθῶ τὸ προκείμενον ἀργύριον ἐν τῇ ὡρισμένῃ προθεσμίᾳ καὶ βεβαιώσω πάσῃ βεβαιώσει ἀπό τε δημοσίων καὶ ἰδιωτικῶν καὶ ἀπὸ πάντων ἁπλῶς. ἡ ὑπαλλαγὴ κυρία ὡς ἐν δημοσίῳ ἀρχείῳ κατακεχωρισμένη, ἣν καὶ τρισσήν σοι προηκάμην καθαρὰν ἀπὸ ἀλειφάδος καὶ ἐπιγραφῆς καὶ χαράξεως ἔτει ιη Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν μεγίστων Μεσορὴ ιε. Ἑρμάμμων Σαραπάμμωνος ἔγραψα τὸ σῶμα. Σαραποῦς Παυσείριος ἔσχον τὰ τοῦ ἀργυρίου τάλαντον ἓν καὶ δραχμὰς δισχιλίας καὶ ἀποδώσω σοι καὶ ὑπήλλαξα καὶ παρέξω κατὰ μισθοκαρπίαν ὡς πρόκειται. Σαραπίων Παυσείριος ἐπιγέγραμμαι τῆς ἀδελφῆς μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. ταύτης οὔσης καὶ μετηλλαχότος τοῦ πατρός μου Αὐρηλίου Ἥρωνος ἐπὶ κληρονόμοις ἀφʼ ἧς ἀπέλειπεν διαθήκης ῥωμαικῆς τῷ ε ἔτει θεοῦ Σεουήρου Ἀλεξάνδρου Μεχείρ, τῆς καὶ νομίμως λυθείσης τῷ ιγ ἔτει ὁμοίως μηνὶ Μεχείρ, ἐμοί τε τῇ θυγατρὶ αὐτοῦ ἐκ μέρους ἡμίσους τρίτου δωδεκάτου, τῷ δὲ θετῷ υἱῷ αὐτοῦ Μάρκῳ Αὐρηλίῳ Σερήνῳ Ἰσιδώρου ἐκ τοῦ λοιποῦ μέρους δωδεκάτου, καὶ ἔκτοτε ἀντιποιησαμένης μου τοῦ κατʼ ἐμὲ μέρους ἡμίσους τρίτου δωδεκάτου τῆς τῶν προκειμένων ἀρουρῶν καὶ τοῦ παραδείσου καρπείας ἀντὶ τῶν τοῦ κεφαλαίου τόκων κατὰ τὸν προδεδηλωμένον ὅρον βούλομαι ἀπὸ τῆς τρισσῆς ἀσφαλείας μοναχὴν ἐν δημοσίῳ γενέσθαι διδοῦσα τῇ πόλει τάς τε ὁρισθείσας ὑπὲρ μοναχοῦ δραχμὰς ιβ καὶ τὰ τοῦ τιμήματος τέλη καὶ ἀξιῶ ἀναλαβόντας αὐτὴν ὑπογεγραμμένην ὑπὸ τοῦ διεπεσταλμένου ὑπʼ ἐμοῦ Αὐρηλίου Ἥρωνος περὶ τοῦ εἶναι τὴν ὑπʼ αὐτὴν ὑπογραφὴν ἰδιόγραφον τοῦ ὑπὲρ τῆς Σαραποῦτος γράψαντος κυρίου ἐπιγραψαμένου ἀδελφοῦ αὐτῆς Σαραπίωνος, συνκαταχωρίσαι αὐτὴν τῷδε τῷ ὑπομνήματι εἰς τὴν Ἁδριανὴν βιβλιοθήκην, τὸ δὲ ἴσον ὑπόμνημα καὶ εἰς τὴν τοῦ Ναναίου πρὸς τὸ μένειν μοι τὰ ἀπὸ αὐτῆς δίκαια ὡς ἀπὸ δημοσίου χρηματισμοῦ, μένοντός μοι τοῦ λόγου περὶ ὧν ἄλλων ὀφείλει τῷ πατρί μου ἡ αὐτὴ

---

Documentary Papyri, P.Lips. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lips;1.
