# P.Lips. 1 103

Documentary Papyri, P.Lips. 1, P.Lips. 1 103. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lips-1/103
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lips-1/103

εἰσὶν τὰ συντελούμενα παρʼ ἐμοῦ Ταυρίνου Μηνᾶ ἀπὸ Ἑρμοῦ πόλεως νομίσματα ιζ κεράτια γ 𐅵 γ κδ καὶ σίτου ἀρτάβαι ϛ οὕτως ὑπὲρ ἀναλογίας τῶν χ χιλιάδων νομίσματα ζ κεράτια ιη 𐅵 ὑπὲρ χρυσικῶν προτέρου κανόνος ἐπὶ νομίσμασιν β κερατίοις ιϛ νομίσματα γ κεράτια ιε δ τῇ κώμῃ Τεκερκεθώθει ὑπὲρ χρυσικῶν προτέρου κανόνος ἐπὶ νομίσμασιν β κερατίοις ιε νομίσματα γ κεράτια κβ 𐅵 ἀρτάβαι ϛ τῇ αὐτῇ κώμῃ ὑπὲρ ἀπαργυρισμοῦ καὶ ἐμβολῆς τῶν ἀρταβῶν γ τοῦ ιε νομισμα κεράτια δ 𐅵 δ … καὶ ὑπὲρ ἀναλογίας τῶν φ χιλιάδων νομίσματα θ κεράτια θ γ κδ ὑπὲρ ἑξακερατίου τῆς πόλεως νόμισμα κεράτια κα 𐅵 δ ὑπὲρ ἑξακερατίου τῆς κώμης Τεκερκεθώθεως νόμισμα κεράτια κγ 𐅵 η ὑπὲρ προσόδων νομίσματα ζ κεράτια ιβ Ταυρίνος Μηνᾶ ἀπὸ Ἑρμοῦ πόλεως ἐπιδέδωκα τὴν παροῦσαν καταγραφὴν τῶν συντελουμένων παρʼ ἐμοῦ δημοσίων. ὁμολογῶ πρός τε τοῦ Θεοῦ τοῦ Παντοκράτορος καὶ τῆς σωτηρίας τῶν δεσποτῶν ἡμῶν τῶν Ἀμιράτων ὡς εἰ φανείην τι παραλείψας ἐν τῇ τοιαύτῃ καταγραφῇ παρασχεῖν ἐν διπλῇ ποσότητι μετὰ τοῦ ὑποκεῖσθαί μοι μετὰ τῆς ἐφιορκίας ἐγκλήματι γνῶσις Ταυρίνου Μηνᾶ ἀπὸ Ἑρμοῦ πόλεως

---

Documentary Papyri, P.Lips. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lips;1.
