# P.Lips. 1 18

Documentary Papyri, P.Lips. 1, P.Lips. 1 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lips-1/18
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lips-1/18

Αὐρήλιοι Παῆσις καὶ Ὀλύμπιος Σιλβανοῦ καὶ Αὐσόνιος ὁ καὶ Κλεάνθης βουλευτὴς ὑπὲρ τὸν ἀριθμὸν ἱερονίκης καὶ ὡς χρηματίζει ἀλλήλοις χαίρειν. ὁμολογοῦμεν ἑκουσίως καὶ αὐθαιρέτως συγγεωργήσειν ἀλλήλοις κοινῶς κατὰ τὸ τρίτον τὰς ὑπαρχούσας ἐμοὶ τῶι Αὐσονίῳ περὶ Θραγῆ καὶ Βουνῶν Κλεοπάτρας ἀρούρας δώδεκα τέταρτον καὶ Παύλου τοῦ Πλοκάμου ἀρούρας τρεῖς τὰς πάσας κατὰ τὸ ἥμισυ ἐπʼ ἔτη δύο φόρου τῶν δώδεκα τῆς μὲν ἐν πυρῷ ἑκάστης ἀρούρης ἀρτάβας ἕξ , τῆς δὲ ἐν χορτάσμασι καὶ ἄλλοις ἑκάστης ἀρούρης δραχμὰς χιλίας διακοσίας, τῶν δὲ ἀρουρῶν τριῶν τῆς ἐν πυρῷ ἀρτάβας πέντε καὶ ἀργυρίου δραχμὰς … χιλίας, τὸν δε συναγόμενον φόρον ἀναγκαίως μετρήσομεν καὶ ἀποκαταστήσομεν τῷ Παῦνι καὶ Ἐπεὶφ μησὶ ἐφʼ ἁλώνων τῆς μητροπόλεως μέτρῳ Ἀθηναίῳ ἐπιγινώσκοντες κοινῶς ἐξ ἴσου τά τε ἀναλώματα καὶ δημόσια πάντα, ὁμοίως δὲ ἀπολημψόμεθα κατὰ τὸ τρίτον τούς τε καρ τας κατὰ τὸ ἥμισυ. ἡ μισθομολογία κυρία καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ τοῦ πατρὸς τῶν βασιλέων τὸ δέκατον καὶ Μαξιμιανοῦ Σεβαστοῦ τὸ ἕβδομον τῶν Αὐγούστων … Αὐρήλιος Αὐσόνιος ὁ καὶ Κλεάνθης …ε συμφωνεῖ μοι καὶ εὐδοκῶ πᾶσι …αχ … μισθομολογία ἀρουρῶν πρὸς Παῆσιν.

---

Documentary Papyri, P.Lips. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lips;1.
