# P.Lips. 1 62.1.1-23

Documentary Papyri, P.Lips. 1, 62.1.1 to 62.1.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lips-1/62.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lips-1/62.1.1

μετὰ τὴν ὑπατείαν Μεροβαύδου τὸ β καὶ Σατορνίνου τῶν λαμπροτάτων. Κλαύδιος Ἆπις Σαίτιος πολιτευόμενος Ἀντινόου πόλεως τῆς λαμπροτάτης ἑξῆς ὑπογράφων χρυσώνης ἐπαρχείας Θηβαίδος Αὐρηλίῳ Φιλάμμωνι Ἑρμοῦ βουλευτῇ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ὑποδέκτῃ χρυσοῦ τιρώνων τῶν ἀπὸ ἕκτης ἕως ἐνάτης ἰνδικτίονος χαίρειν. ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Οὐλπίου Ἐρυθρίου ὑπεδεξάμην παρά σου διά τε σοῦ τοῦ ὑποδέκτου καὶ διὰ τῶν ἑξῆς ὑποτεταγμένων ὑπὲρ τῆς σῆς πολιτείας λόγου χρυσοῦ τιρώνων ἀπὸ ἕκτης ἕως ἐνάτης καὶ αὐτῆς ἐπὶ τὸ αὐτὸ χρυσοῦ λίτρας τριάκοντα μετά τῆς ὁρισθείσης ὀμβρύζης καὶ τοῦ ἀναλώματος γίνεται χρύσου λίτραι λ οὕτως· διὰ μὲν σοῦ τοῦ ὑποδέκτου χρυσοῦ λίτρας κζ, διὰ Θεοφάνους ἐξάκτορος χρυσοῦ λίτρας β, διὰ δὲ Ἀγαθοκλέους ἐξάκτορος χρυσοῦ οὐγκίας γ, καὶ διὰ τῶν ἀπὸ κώμης Μιχώλεως χρυσοῦ οὐγκίας ϛ, διὰ Ὑπερεχίου ἐξάκτορος χρυσοῦ οὐγκίας γ, καὶ ἐξεδόμην σοι ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν κυρίαν καὶ βεβαίαν ἁπλῆν οὖσαν πανταχοῦ ἐπιφερομένην καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Κλαύδιος Ἆπις χρυσώνης ὑπεδεξάμην παρὰ σοῦ καὶ διαφόρων ὀνομάτων ἐπὶ τὸ αυτὸ χρυσοῦ λίτρας τριάκοντα γίνεται λίτραι λ μετὰ τῆς ὀμβρύζης καὶ ἀναλώματος καὶ ἐξέδωκά σοι τὴν ἀποχὴν ὡς πρόκειται. μετὰ τὴν ὑπατείαν Μεροβαύδου τὸ β καὶ Σατορνίνου τῶν λαμπροτάτων Κλαύδιος Ἆπις Σαίτιος πολιτευόμενος Ἀντινόου πόλεως χρυσώνης ἐπαρχείας Θηβαίδος ἑξῆς ὑπογράφων Αὐρηλίῳ Φιλάμμωνι Ἑρμοῦ βουλευτῇ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ὑποδέκτῃ χρυσοῦ τιρώνων χαίρειν. ἀκολούθως τοῖς προσταχθεῖσι ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Οὐλπίου Ἐρυθρίου ὑπεδεξάμην παρά σου καὶ νῦν ὑπὲρ τῆς σῆς πολιτείας λόγου χρυσοῦ τιρώνων τῶν ἀπὸ ϛ ἕως θ καὶ αὐτῆς ἰνδικτίονων χρυσοῦ λίτρας εἴκοσι μετὰ τῆς ὀμβρύζης καὶ τοῦ ἀναλώματος γίνεται χρυσοῦ λίτραι κ καὶ ἐξεδόμην ὑμῖν ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Κλαύδιος Ἆπις χρυσώνης ὑπεδεξάμην μετὰ τῆς καταβολῆς Ἑρμοδώρου ζυγοστάτου ὑπέρ σου χρυσοῦ λίτρας κ μετὰ τῆς ὀμβρύζης καὶ ἀναλώματος καὶ ἐξέδωκά σοι ταύτην τὴν ἀποχὴν ὡς πρόκειται.

---

Documentary Papyri, P.Lips. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lips;1.
