# P.Lips. 2 144

Documentary Papyri, P.Lips. 2, P.Lips. 2 144. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lips-2/144
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lips-2/144

ρθ γραμματεῦσι τῆς μητροπόλεως παρὰ … Πτολεμαίου τοῦ Ἀματίου μητρὸς Θαισαρίου τῶν ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένης ἐπʼ ἀμφόδου Ταμίων …ων· ὑπάρχει μοι ἐπʼ ἀμφόδου Γυμνασίου … μέρος οἰκίας καὶ αὐλῆς, ἐν ᾧ κατοικῶ, καὶ ἀπογράφομαι ἐμαυτὴν καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος κη ἔτους κατʼ οἰκίαν ἀπογραφὴν ἐφʼ οὗ καὶ τῇ τοῦ ιδ ἔτους ἀπογραφῇ ἀπεγραψάμην καί εἰμι … ἡ προγεγραμμένη ἐτῶν …β καὶ ἐνοίκους Ἰσίδωρον Ἡρακλείδου τοῦ Ἀριστοβούλου μητρὸς Πα…ης κάτοικον ἐτῶν λ λινόυφον μίσθιον ἀπογεγραμμένον τῇ προτέρᾳ ἀπογραφῇ ἐπʼ ἀμφόδου Χηνοβοσκίων …, νυνὶ δὲ ἐπὶ τοῦ προκειμένου ἀμφόδου Ταμίων καὶ … Ἑρμίονος τοῦ Ἥρωνος μητρὸς Ἀμμωνοῦτος ἐτῶν … ἁλουργὸν καὶ τὴν τούτου γυναῖκα οὖσαν αὐτοῦ ὁμομήτριον καὶ ὁμοπάτριον ἀδελφὴν Θαυβάριον ἐτῶν κδ καὶ … ἀδελφὸν αὐτῶν ἐτῶν κ καὶ Διόδωρον ἄλλον ἀδελφὸν αὐτῶν ἐτῶν ιζ κηπουρὸν καὶ τὴν τούτων μητέρα Ἀμμωνοῦν …ου Χαιρήμονος ἐτῶν να. διὸ ἐπιδίδωμι. ἔτους κθ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου …

---

Documentary Papyri, P.Lips. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lips;2.
