# P.Lond. 1 113_1.42-80

Documentary Papyri, P.Lond. 1, 113_1.42 to 113_1.80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-1/113_1.42
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-1/113_1.42

καὶ Οὐαλεντῖνος δὲ συνέθετο ἐμμένειν τούτοις καὶ μὴ τοῦ λοιποῦ ζήτησιν ἐπάγειν Δελματίῳ τῷ καὶ Οὐαλεντίνῳ ὡς λαβόντι παρʼ αὐτοῦ ἐξ ὑστέρου μετὰ τὴν πρᾶσιν τὰ προειρήμενα ἓξ νομίσματα διὰ τὸ λόγῳ διαλύσεως καὶ ἀπαλλάγης συναρέσαι αὐτὰ δοθῆναι πρὸς τοῖς πάλαι δοθεῖσιν καὶ ἐπὶ τούτοις περὶ τῶν ἓξ νομισμάτων δοθέντων Δελματίῳ τῷ καὶ Οὐαλεντίνῳ παρὰ Οὐαλεντίνου ἀπὸ χειρὸς εἰς χεῖρας ἐπὶ παρουσίᾳ τῶν ἑξῆς ὑπογραφόντων μαρτύρων ἐδέησεν ταύτην τὴν ἔγγραφον ὁμολογίαν τῆς διαλύσεως μεταξὺ αὐτῶν παρακολουθῆσαι διʼ ἧς ὁμολογοῦσιν ἐπομνύμενοι θεὸν παντοκράτορα καὶ τὴν εὐσεβείαν καὶ νίκην τῆς καλλινίκου καὶ ἀθανάτου κορυφῆς οἱ ἐξ ἑκατέρου μέρους ἐμμένειν τούτοις τοῖς καὶ συνδόξασιν καὶ κρατύνειν καὶ βεβαιοῦν καὶ ἐν μηδενὶ παρασαλεύειν μὴ ἐν δικαστηρίῳ οἱῳδήποτε μὴ ἑκτὸς δικαστηρίου μὴ διὰ βασιλικῆς ἀντιγραφῆς εἰ δὲ ἐπιχειρήσειεν ὁπότερον μέρος ἢ κληρονόμοι αὐτῶν ἢ διάδοχοι ἢ διακάτοχοι παραβῆναι τι ὧν συνωμολόγησαν μηδὲν μὲν ὠφελεῖσθαι ἐκ τοῦ ἐπιχειρήματος ἐνέχεσθαι δὲ καὶ τῷ τῆς ἐπιορκίας κινδύνῳ καὶ τοῖς ἄλλοις ἐπιτιμίοις τοῖς ὡρισμένοις κατὰ τῶν παραβαίνειν ἐπιχειρούντων ἐνωμότους συνθήκας καὶ δοῦναι λόγῳ προστίμου καὶ παραβασίας τῷ ἐμμένοντι μέρει χρυσοῦ οὐγκίας τέσσαρας χρυσίου οὐγκία δ καὶ σύμπαντα τὰ συμβησόμενα ἀναλώματα καὶ δαπανήματα καὶ ζημιώματα τῷ παραβαινομένῳ μέρει παρὰ τὴν αἰτίαν τοῦ παραβαίνοντος πρὸς τῷ καὶ μετὰ τὴν τοῦ προστίμου καὶ τῶν ἀναλωμάτων καὶ δαπανημάτων καὶ ζημιωμάτων καταβολὴν ἔχειν ταύτην τὴν ὁμολογίαν τῆς διαλύσεως τὴν ἰδίαν ἰσχὺν ἐπί τε αὐτῶν τῶν πρωτοτύπων πρὸς ἀλλήλους καὶ ἐπὶ κληρονόμων αὐτῶν καὶ διαδόχων καὶ διακατόχων ἥπερ ἐγένετο δισσὴ ἰσότυπος αὐθεντικὴ ὥστε ἕκαστον μέρος ἔχειν ἀνὰ μοναχὸν καὶ ὑπέθεντο ἀλλήλοις πρὸς ἀσφάλειαν ἐπί τε τῷ προστίμῳ καὶ τοῖς ἀναλώμασιν καὶ δαπανήμασιν καὶ ζημιώμασιν ἅπαντα ἑαυτῶν τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα ἐν παντὶ εἴδει καὶ γένει εἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης καὶ ἐπὶ τούτοις ἐπερωτήσαντες ἑαυτοὺς καὶ ἀντεπερωτηθέντες ἀλλήλοις παρόντες παροῦσιν κατὰ πρόσωπον ὡμολόγησαν Φλάουιος Δελμάτις ὁ καὶ Οὐαλεντῖνος τρακωνάριος υἱὸς Φοιβάμμωνος ὁ προγεγραμμένος πεποίημαι τήνδε τὴν ὁμολογίαν τῆς διαλύσεως πρὸς σὲ τὸν Αὐρήλιον Οὐαλεντῖνον υἱὸν Λικινιανοῦ περὶ τοῦ πρὸ τούτου πραθέντος σοι παρʼ ἐμοῦ πέμπτου μέρους πραγμάτων διαφόρων ἐλθόντων εἰς ἐμὲ ἀπὸ πατρῴας μου κληρονομίας κατὰ τὴν δύναμιν ἧς ἐποιησάμην σοι πράσεως δεξάμενος καὶ νῦν παρʼ ἐσοῦ λόγῳ διαλύσεως καὶ τὰ ἄλλα ἓξ χρύσινα, χρυσοῦ νομίσματα ϛ, καὶ ὁμολογῶ

---

Documentary Papyri, P.Lond. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;1.
