# P.Lond. 1 77.29-54

Documentary Papyri, P.Lond. 1, 77.29 to 77.54. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-1/77.29
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-1/77.29

Βίκτορα τὸν θεοφιλέστατον πρεσβύτερον καὶ μονάζοντα τὸν ἐμὸν μαθητὴν μετὰ τὴν ἐμὴν ἀποκοίμησιν εὐθὺ καὶ παραχρῆμα ὑπεισϊέναι εἰς τὴν ὑπʼ ἐμοῦ καταλειφθησομένην μετριακὴν ὕπαρξιν ἐπικρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν πάντων τῶν καταλειφθησομένων ὑπʼ ἐμοῦ παντοίων πραγμάτων ἀπὸ μικροῦ εἴδους ἕως ἐλαχίστου καὶ πλέθρου γῆς καὶ ἀσσαρίου ἑνὸς καὶ ὀβολοῦ καὶ τοῦ τυχόντος ὀστρακίνου καὶ ξυλίνου καὶ λιθίνου σκεύους ἔτι μὴν καὶ τοῦ εὐαγοῦς εὐκτηρίου μετὰ καὶ τῆς αὐτοῦ σεπτῆς ὕλης ἀπὸ εὐτελοῦς εἴδους ἕως πολυτελοῦς καθὰ καὶ ὁ προλαβὼν ἐσαφήνισεν ὃ ἑνὸς κτᾶσθαι διοικεῖν οἰκονομεῖν φιλοκαλεῖν οἰκεῖν οἰκοδομεῖν νέμεσθαι ἐκμισθοῦν πωλεῖν παραχωρεῖν ἀντικαταλλάττειν δωρεῖσθαι χαρίσασθαι ἀποχαρίσασθαι καὶ πάντα περὶ αὐτῶν πράττειν κυρίως καὶ ἀνεπικωλύτως καὶ ἐξ αὐτῶν ἐξοδιάζειν εἰς τὴν διοίκησιν τοῦ εἰρημένου εὐαγοῦς τόπου καὶ χορηγίαν τῶν παρερχομένων πενητῶν διὰ τὸ οὕτω μοι δεδόχθαι καὶ εὐδοκηκέναι καὶ ἐληλυθέναι εὐχαριστῶν εἰς τὴν παροῦσαν πληρεστάτην διαθηκημιαίαν ἀσφάλειαν μηδενὸς οὖν τῶν ἐκ τοῦ γένους μου ἀγχιστευόντων ἢ ἄλλου τινὸς ἐκ προσώπου μου οὐ κατὰ πατέρα οὐ κατὰ μητέρα οὐκ ἀδελφῶν οὐκ ἀδελφιδῶν οὐ συγγενῶν οὐκ ἀνεψιῶν οὐκ ἄλλου οἱουδήποτε ἀνθρωπίνου προσώπου μὴ δυναμένων πώποτε καιρῷ ἢ χρόνῳ ἐπελεύσασθαί σοι ἢ τοῖς σοῖς κληρονόμοις ἢ διαδόχοις ἢ διακατόχοις ἢ ἄλλῳ τινί σοι διαφέροντι μηδὲ ἐγκαλεῖν ἢ ἐγκαλέσειν ἐν δικαστηρίῳ ἢ ἐκτὸς δικαστηρίου ἢ ἐν ἐπιχωρίῳ ἢ ὑπερορίῳ νόμῳ μικρῷ ἢ μεγάλῳ μηδὲ ἐπὶ φίλων μέμψασθαι μηδὲ προσέλευσιν κατά σου ἢ τῶν μετά σε ποιήσασθαι δήποτε ἄρχοντι ἢ δικαστῇ μηδὲ διὰ ἐκβοήσεως ἐν ἁγιωτάτῃ ἐκκλησίᾳ ἢ ἐν πραιτωρίοις ἢ τρόπῳ τινὶ χρήσασθαι μηδὲ αἰτῆσαι θεῖον καὶ πραγματικὸν τύπον πρὸς τήνδε τὴν διαθήκην ἢ μέρος αὐτῆς τὸ σύνολον μηδὲ μὴν παραβῆναι αὐτὴν κατὰ τὸ παντελὲς διὸ τὸ ἐπὶ πᾶσιν δέδοκται καὶ συνήρηκεν τῷ ἐμῷ ἀγαθῷ σκοπῷ σε καὶ λαβεῖν καὶ διδόναι ὑπὲρ ἐμοῦ εἴπερ εὑρεθείην ἔχων ἢ χρεωστῶν ἢ χρεωστούμενον μοι καὶ τὴν πᾶσαν λημψαπόδοσιν ὑπὲρ ἐμοῦ ποιήσασθαι. εἰ δέ τις πειρώμενος πώποτε καιρῷ ἐναντιωθῆναι ταύτης τῆς ἀπεριγράπτου διαθήκης ἐφʼ ᾧ αὐτὸν τὸν τοιοῦτό τι διαπραττόμενον πώποτε καιρῷ πρωτοτύπως ἔνοχον ἔσεσθαι τῷ θείῳ καὶ φρικοδεστέρῳ ὅρκῳ καὶ τῷ τῆς ἐπιορκείας ἐπηρτημένῳ κινδύνῳ τε καὶ ἐγκλήματι καὶ ὑποκεῖσθαι τῇ ὡρισμένῃ ἐπιτιμίᾳ κατὰ τῶν παραβαίνειν τολμώντων θείους καὶ βασιλικοὺς ὅρκους καὶ ἐπιγιγνώσκειν λόγῳ προστίμου καὶ παραβάσεως χρυσοῦ οὐγκίας

---

Documentary Papyri, P.Lond. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;1.
