# P.Lond. 1 77.55-74

Documentary Papyri, P.Lond. 1, 77.55 to 77.74. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-1/77.55
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-1/77.55

ἓξ γίνονται χρυσοῦ οὐγκίαι ϛ ἔργῳ δυνάμει ἀπαιτουμένας ἐκ τῆς τοῦ ἐπιφυομένου καὶ ἐνάγοντος ὑποστάσεως, εἴθʼ οὕτως ἐπάναγκες ἐμμεῖναι πᾶσι τοῖς ἐγγεγραμμένοις ταύτῃ τῇ ἀτρώτῳ διαθήκῃ. βούλομαι καὶ κελεύω μετὰ τὴν ἐμὴν ἔξοδον τοῦ βίου τὴν περιστολὴν τοῦ ἐμοῦ σώματος καὶ τὰς ἁγίας μου προσφορὰς καὶ ἀγάπας καὶ τὰς τοῦ θανάτου ἐπισήμους ἡμέρας ἐκτελεσθῆναι προνοίᾳ σου κατὰ τὸν ἐπιχώριον νόμον καὶ κατὰ τὴν ἐμὴν ὄψιν καὶ ὑπόλημψιν. προσομολογῶ δὲ ὡς εἰ ἐμφανείη ἕτερος χάρτης προγενέστερος ἢ μεταγενέστερος ἐναντιωθῆναι ταύτης τῆς διαθήκης, ἐφʼ ᾧ τὸν αὐτὸν χάρτην ἕωλον εἶναι καὶ ἀνίσχυρον ἁπανταχοῦ προτεινόμενον ταύτης δὲ τῆς διαθήκης ἐχούσης τὸ ἐκ τῶν νόμων κῦρος, πρὸς δὲ σύστασιν καὶ ἀσφάλειαν πάντων τῶν παρʼ ἐμοῦ διομολογηθέντων ἐπωμοσάμην πρὸς τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος καὶ τοῦ περιβεβλημμένου μοι σχήματος ἐν μηδενὶ παραβῆναι μηδὲ παρασαλεῦσαι σύμπαντα τὰ προγεγραμμένα, ἀλλʼ ἀσάλευτα εἶναι καὶ ἀρραγῆ ἐπὶ τὸ διηνεκὲς διὰ τῆς παρούσης διαθήκης ἧς δόλος φθόνος πονηρὸς ἀπίτω ἀπέστω, ἥντινα πεποίημαί σοι εἰς ἀσφάλειαν κυρίαν οὖσαν καὶ βεβαίαν ἁπανταχοῦ προφερομένην καὶ ἀναγιγνωσκομένην ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως ἔννομον ἰσχυρὰν ἐφʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτυρούντων ἀξιοπίστων μαρτύρων κατʼ ἐπιτροπὴν ἐμὴν καὶ ἀξίωσιν καὶ ἐπερωτηθεὶς εἰς ἅπαντα ἑρμηνευθέντα μοι διὰ τῆς Αἰγυπτιακῆς διαλαλίας παρὰ τοῦ ἑξῆς συμβολαιογράφου ἀρεσθέντα μοι καθὼς τῷ ἐμῷ στόματι ἀφηγήσασθαι. ταῦθʼ οὕτως καλῶς ἔχειν δώσειν ποιεῖν φυλάττειν στέργειν ἐμμένειν ὡμολόγησα καὶ ἀπέλυσα. δηλονότι ἐπειδὴ ἐδήλωσα ὅτι χρυσίον καὶ ἄργυρον ἐνορκῶ κατὰ τῆς τῶν Χρειστιανῶν πίστεως οὐδὲ χρυσίον οὐδὲ ἄργυρον οὐκ ἔχω οὐδὲ οὐκ ἔκτησα ἀφʼ οὗ ἐγενάμην οὐκ ἔχω οὐδὲ ἔσωθεν οὐδὲ ἔξωθεν ἕως ἑνὸς τριμησίου καὶ ἐπὶ τούτῳ ὡμολόγησα οὐδὲ οὐκ εἴασα ἐν καιρῷ τῆς τελευτῆς μου καὶ ἂν ἔκτησα ἔδωκα αὐτὰ εἰς λόγον τῶν πενήτων πλὴν ὡς εἴρηται·

---

Documentary Papyri, P.Lond. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;1.
