# P.Lond. 2 180

Documentary Papyri, P.Lond. 2, P.Lond. 2 p. 94-95 no. 180. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-2/180
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-2/180

ἔτους ζ αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Παχὼν θ, παρὰ Αὐρηλίου Μέλανος Διοσκόρου καὶ Φιλαδέλφου Πωλίωνος τῶν δύο σιτολόγων κώμης Νειλουπόλεως μεμετρήμεθα πυροῦ μέτρῳ δημοσίῳ ξυστῷ ἀπὸ γενήματος τοῦ αὐτοῦ ἔτους ἐν θησαυρῷ τῆς προκειμένης κώμης ὑπὲρ Σοκνοπαίου δημοσίων πυροῦ ἀρτάβας εἴκοσι πέντε εἰς ὄνομα Μέλας Ποῦσι γίνονται πυροῦ ἀρτάβαι κε καὶ τῇ θ ἄλλας πυροῦ ἀρτάβας δέκα ἐννέα ἕκτον γίνονται πυροῦ ἀρτάβαι ιθ ϛ καὶ τῇ ιη ἄλλας πυροῦ ἀρτάβας ἕνδεκα ἥμισυ τέταρτον γίνονται πυροῦ ἀρτάβαι ια 𐅸 καὶ τῇ Παῦνι δ ἄλλας πυροῦ ἀρτάβας εἴκοσι μίαν γίνονται πυροῦ ἀρτάβαι κα τοῦ συνόλου πυροῦ ἀρτάβας οζ. Παῦνι κα ὁμοίως ἄλλας πυροῦ ἀρτάβας τεσσάρας τέταρτον τετρακεικοστὸν γίνονται πυροῦ ἀρτάβαι δ δ κδ Ἐπεὶφ ι ὁμοίως ἄλλας πυροῦ ἀρτάβας τριάκοντα δίμοιρον γίνονται πυροῦ ἀρτάβαι λ 𐅷 ἔτους ζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παχὼν θ παρὰ Αὐρηλίων Μέλανος Διοσκόρου καὶ Φιλαδέλφου Πωλίωνος τῶν δύο σιτολόγων κώμης Νειλουπόλεως. μεμετρήμεθα πυροῦ μέτρῳ δημοσίῳ ξυστῷ ἀπὸ γενήματος τοῦ αὐτοῦ ἔτους ἐν θησαυρῷ τῆς προκειμένης κώμης ὑπὲρ Σοκνοπαίου Νήσου δημοσίων εἰς ὄνομα Πικιῶλις ἱερέως πυροῦ ἀρτάβας δέκα ἐννέα ἕκτον πυροῦ ἀρτάβας ιθ ϛ καὶ τῇ Παῦνι δ ἄλλας πυροῦ ἀρτάβας εἴκοσι μίαν πυροῦ ἀρτάβας κα γίνονται τοῦ συνόλου πυροῦ ἀρτάβαι μ ϛ

---

Documentary Papyri, P.Lond. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;2.
