# P.Lond. 2 190

Documentary Papyri, P.Lond. 2, P.Lond. 2 p. 253-255 no. 190. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-2/190
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-2/190

Κέρδων Ἀγριπείνῳ τῶι ἀδελφῷ πλεῖστα χαίρειν· ἔπεμψάς μοι ἐπιστολὴν ἐν ᾗ γράφεις μοι μεμφόμενος ὅτι διὰ σεαυτοῦ οὐδὲ ἕν ἥμῖν ἔπεμψας. ἐγὼ μὲν ἤθελον πέμψαι καθʼ ἑκάστην ἥμεραν ἀλλʼ ἐπεὶ ὑπὸ χεῖρα γράφεις μοι ὅτι ἀναβαίνω τούτου χάριν οὐκ ἔπεμψα καὶ καθὼς γράφεις μοι διὰ τῆς αὐτῆς ἐπιστολῆς ὅτι ἐξέτασον ἐν τῇ μητροπόλει τι ἔπραξαν οἱ ἀντίδικοι ἡμῶν γίγνωσκε ὅτι ἐξ ὅτου ἐκομισάμην τὴν ἐπιστολὴν παρὰ Μάρωνος περὶ τὰ ἐπιμήνια ἤμην ἅ μοι ἔγραψας πεμφθῆναί σοι … ἔπεμψα διὰ Εὐτύχητος …ν ευ…δυν… …νε μοι ἀναβῆναι εξε …εως σοι πέμψω τι ἔπραξαν γίγνωσκε δὲ ὅτι ἔσπαρκαν τὰς τέσσερας ἀρούρας καὶ τὸν ἐλαιῶνα ὡσαύτως κατέσπαρκαν ἄσπαζε τοὺς παρʼ ἡμῶν πάντας ἐρρῶσθαί σε εὔχομαι γραφὴ ἐπιμηνίων ὧν ἔπεμψα διὰ Εὐτύχητος ἄρτους χοινικιαίους κ καὶ ἄρτων ζεύγη ια λαγάνων ζεύγη κ φοίνικος ἀρτάβη α ἀρτοφοίνικος ζεύγη κα ἐλαιῶν ὠμῶν ἀρτάβης 𐅵 ἐλαιῶν κεράμια γ ὄξους κεράμιν α ἐλαίου χοῦν α 𐅵 σπυρὶς ἐλαιῶν ταριχηρῶν περυσινῶν χίλωμα ὅπου σεμίδαλιν κ…ς

---

Documentary Papyri, P.Lond. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;2.
