# P.Lond. 2 308

Documentary Papyri, P.Lond. 2, P.Lond. 2 p. 218-219 no. 308. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-2/308
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-2/308

ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Σεβαστοῦ ιϛ Θὼθ ιϛ ἐν Ἡρακλείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ· ὁμολογεῖ Ἀπολλώνιος Κάστορος τοῦ Σαμβᾶ ἀπὸ ἀμφόδου Βιθυνῶν ἄλλων τόπων Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λβ οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς Στοτοῆτι Ὥρου τοῦ Πανεφρέμμεως ἱερεῖ ὡς ἐτῶν λα οὐλὴ δακτύλῳ δευτέρῳ χειρὸς δεξιᾶς ἔχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα παραχρῆμα διὰ χειρὸς χρῆσιν ἔντοκον ἀργυρίου κεφαλαίου δραχμὰς διακοσίας καὶ πυροῦ ἐν γένει νεοῦ καθαροῦ ἀδόλου ἀρτάβας δεκαπέντε μέτρῳ δρόμῳ τετραχοινίκῳ ὧν καὶ τὴν ἀπόδοσιν ποιησάσθω ὁ ὁμολογῶν τῷ Στοτοήτει ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος θ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀνυπερθέτως γεινομένης τῆς πράξεως τῷ Στοτοήτει ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης Ἀπολλώνιος Κάστορος ἔχω παρὰ τοῦ Στοτοήτιος τὰς προκιμένας ἀργυρίου δραχμὰς διακοσίας καὶ πυροῦ ἀρτάβας δεκαπέντε καὶ ἀποδώσω ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους καθὼς πρόκιται. Ἄλκιμος γραμματεὺς τοῦ προκιμένου γραφείου ἔγραψα ὑπὲρ αὐτοῦ φαμένου μὴ εἰδέναι γράμματα ἐντέτακται διὰ τοῦ ἐν Ἡρακλείᾳ γραφείου.

---

Documentary Papyri, P.Lond. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;2.
