# P.Lond. 2 483.55-81

Documentary Papyri, P.Lond. 2, 483.55 to 483.81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-2/483.55
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-2/483.55

πέμπτης ἰνδικτίονος καὶ αὐτῆς καὶ οὕτως ἐφεξῆς καθʼ ἔτος ἐπὶ τὸ διηνεκὲς ἀμειώτως τὰ δὲ ἄλλα κεράτια δεκαοκτὼ τέταρτον ὑπὲρ τῶν προλεχθεισῶν χέρσου γῆς ἀρουρῶν πέντε εἴσω τεσσάρων ἐτῶν ἀριθμουμένων ἀπὸ τοῦ μηνὸς Φαρμοῦθι τῆς παρούσης πέμπτης ἰνδικτίονος μέχρι τοῦ Φαρμοῦθι μηνὸς τῆς σὺν θεῷ ἐνάτης ἰνδικτίονος ἐφεξῆς κατʼ ἔτος ἐπὶ τὸ διηνεκὲς ἀμειώτως καὶ ἀνελλειπῶς καὶ μηδὲν ἕτερον ἐπιζητεῖν πρὸς τὸν αὐτὸν Ἰωάννην Φοιβάμμωνος μήτε πρὸς τοὺς αὐτοῦ κληρονόμους καὶ διαδόχους καὶ διακατόχους παρὰ τοῦ αὐτοῦ εὐαγοῦς μοναστηρίου ἀββᾶ Πατόϊτος διὰ μὲν τοῦ προγεγραμμένου Μηνᾶ τοῦ εὐλαβεστάτου προεστῶτος καὶ διὰ ἄλλων προεστώτων κατὰ καιρὸν τοῦ αὐτοῦ μοναστηρίου μήτε περὶ πάκτου μήτε περὶ συντελείας μήτε περὶ ἄλλου οἱουδήποτε πράγματος περαιτέρω τοῦ προγεγραμμένου πάκτου τῶν αὐτῶν κερατίων τριάκοντα ἓξ ἥμισυ χρυσοχοικῷ σταθμῷ μήτε μὴν δύνασθαι τὸν αὐτὸν ἅγιον μοναστήριον διὰ τοῦ προγεγραμμένου προεστῶτος Μηνᾶ τοῦ εὐλαβεστάτου καὶ διʼ ἑτέρων κατὰ καιρὸν προεστώτων ἀφελεῖν μήτε ἀποσπάσαι ἀπὸ τοῦ προγεγραμμένου Ἰωάννου μήτε ἀπὸ τῶν αὐτοῦ κληρονόμων καὶ διαδόχων καὶ διακατόχων τῆς νομῆς καὶ τῆς δεσποτείας τῶν προλεχθεισῶν σπορίμων γῃδίων ἀρουρῶν καὶ τῶν προλεχθεισῶν χέρσων γῃδίων ἀρουρῶν πέντε ἢ μέρους αὐτῶν καθʼ οἱονδήποτε τρόπον ἢ νόμον ἢ δίκαιον ἀποσπάσαι ἀπʼ αὐτοῦ καθὼς ἀνωτέρω γέγραπται αὐτοῦ μέντοι γε τοῦ προγεγραμμένου Ἰωάννου καὶ κληρονόμων αὐτοῦ καὶ διαδόχων καὶ διακατόχων εὐγνωμονούντων εἰς τὴν ἀπόδοσιν τοῦ εἰρημένου πάκτου κατʼ ἔτος ἀλλʼ εἰ δὲ συμβῇ τὸν αὐτὸν Ἰωάννην ἢ τοὺς αὐτοῦ κληρονόμους καὶ διαδόχους καὶ διακατόχους ἐλθεῖν εἰς ἀγνωμοσύνην περὶ τῆς ἀποδόσεως τοῦ αὐτοῦ πάκτου ἢ μέρους αὐτοῦ ἐπὶ δύο ἢ τριῶν ἐτῶν ἐφεξῆς διαμαρτυρίας χάριν τινῶν ἀξιοφανῶν ἀνδρῶν μαρτυρούντων τῇ τοιαύτῃ ἀγνωμοσύνῃ ἐπὶ τῷ τὸ αὐτὸ μοναστήριον ἄδειαν καὶ ἐξουσίαν ἔχειν ἀφελεῖν καὶ ἀποσπάσαι ἀπὸ τοῦ προγεγραμμένου Ἰωάννου τὰς αὐτὰς σπόριμας ἀρούρας καὶ τὰς αὐτὰς χέρσου ἀρούρας ὅσας εἰσὶν πεφιλοκαλημένας μετὰ καὶ τῆς πάσης αὐτῶν φιλοκαλίας καὶ διοικεῖν αὐτὰς οἵῳ τρόπῳ βουληθείη καὶ μὴ δόξῃ τῷ προγεγραμμένῳ Ἰωάννῃ μήτε τοῖς αὐτοῦ κληρονόμοις πιάσαι ὀψάρια ἐκ τῶν παντοίων ὑδάτων τῶν περικύκλωθεν τοῦ αὐτοῦ μοναστηρίου μήτε μὴν δύνασθαι τὸν αὐτὸν Ἰωάννην φαγεῖν ἐκ τῆς βοσκῆς τῶν αὐτῶν ἀρουρῶν σπορίμων γῃδίων ἀλλʼ ἐπὶ τῷ τὰ κτήνη τοῦ αὐτοῦ μοναστηρίου φαγεῖν τὴν αὐτὴν βοσκὴν διὰ τὸ οὕτω ὀρθῶς καὶ δικαίως δεδόχθαι καὶ πεπεῖσθαι καὶ συνῃρῆσθαι ἡμῖν ἀμφοτέροις τοῖς μέρεσι καὶ ὅτι τὰ προγεγραμμένα καὶ

---

Documentary Papyri, P.Lond. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;2.
