# P.Lond. 3 1164f.F.24-38

Documentary Papyri, P.Lond. 3, 1164f.F.24 to 1164f.F.38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-3/1164f.F.24
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-3/1164f.F.24

ἀνεμποδίστως, τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἀπὸ τῆς κατὰ τὸν πωλοῦντα ἐνποιήσεως ἐξακολουθούσης αὐτῷ Κορνηλίῳ καὶ τοῖς παρʼ αὐτοῦ καὶ πάντα τὸν ἐπελευσόμενον ὀνόματι αὐτοῦ ἢ τῶν παρʼ αὐτοῦ ἀποστήσειν αὐτὸν παραχρῆμα ἰδίαις αὐτοῦ δαπάναις χωρὶς τοῦ κυρίαν μένειν τήνδε τὴν πρᾶσιν καὶ οὐκ ἐξέσται οὐδενὶ τῶν ὠνουμένων πωλεῖν ξένῳ τὸ κατʼ αὐτὸν μέρος ἢ μόνοις τοῖς προκειμένοις αὐτοῦ κοινωνοῖς πρὸς τὸ αἱροῦν τῆς προκειμένης τιμῆς ἐφʼ ὅσον ἐστὶν ἡ οἰκία τῶν αὐτῶν στεγῶν διὰ τὸ ἐπὶ τούτοις ἑστάσθαι καὶ ἠγορακέναι. Κορνήλιος Σαραπάμμωνος τοῦ Εὐδαίμονος Ἀθηναιεὺς ὁ καὶ Ἐριχθόνιος πέπρακα τοῖς τέσσαρας κοινῶς ἐξ ἴσου τὸ ὑπάρχον μοι μέρος ἥμισυ τῆς προκειμένης οἰκίας διστέγου καὶ αὐλῆς καὶ χρηστηρίων πάντων καὶ ἀπέσχον τὴν τιμὴν δραχμὰς ἑπτακοσίας καὶ βεβαιώσω καὶ εὐδοκῶ πᾶσι ὡς πρόκιται. Ἅρπαλος Νεμεσίωνος Νερουιάνιος ὁ καὶ Προπατόριος ἔγραψα ὑπὲρ αὐτοῦ τὸ ὄνομα ὑπογράφοντος. Κορνήλιος ὑπέγραψα ὡς πρόκιται. Εὐδαιμονὶς Χαιρήμονος ἐώνημαι καὶ ἐξωδίασα τὴν τιμὴν καὶ εὐδοκῶ πᾶσι ὡς πρόκειται. Ἥρων Μαμερτείνου τοῦ Ὡρίωνος Ματίδιος ὁ καὶ Θεσμοφόρειος ἐπιγέγραμμαι τῆς γυναικός μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. Σαραπᾶς ὁ καὶ Σερῆνος Ἀμμωνίου Αἰλιεὺς ὁ καὶ Διονυσιεὺς ἀνέγνων τοῖς προγεγραμμένοις πᾶσι τὴν προκειμένην ὠνὴν ὡς περιέχει. Ἡλιόδωρος Ἑρμίου Παυλίνιος ὁ καὶ Φιλαδέλφιος μαρτυρῶ. Ὠριγένης Ἡρακλείδου Σεβάστιος ὁ καὶ Ἀσκλήπειος μαρτυρῶ. Διόσκορος Διοσκόρου Ἀθηναιεὺς ὁ καὶ Ἐλευσίνιος μαρτυρῶ. Σαραπίων ὁ καὶ Εὐδαίμων Ἀθηναιεὺς ὁ καὶ Μαραθώνιος μαρτυρῶ. Δημητρία Τιθοητίωνος μετὰ κυρίου Διοσκόρου Βησαρίωνος ἐξωδίασα τὴν προκειμένην τιμὴν καὶ εὐδοκῶ καὶ πείθομαι πᾶσι τοῖς προκειμένοις. Φιλαντίνοος ὁ καὶ Ὡρίων γεραίτερος Ἀπολιναρίου Σαβείνιος ὁ καὶ Ἁρμονιεὺς ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. ὑπογραφεὺς τοῦ κυρίου …αι Διόσκορος Βησαρίωνος εὐδοκῶ …

---

Documentary Papyri, P.Lond. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;3.
