# P.Lond. 3 1164k.K.1-18

Documentary Papyri, P.Lond. 3, 1164k.K.1 to 1164k.K.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-3/1164k.K.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-3/1164k.K.1

κθ Φιλαντινόου Δημητρίας ἀργυρίου δραχμῶν Β ἔτους κ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ μηνὸς Πανήμου Φαρμοῦθι κθ. διὰ τῆς Ἀνουβίωνος Ἀμμωνίου Ματιδίου τοῦ καὶ Καλλικτεκνίου ἐν Ἀντινοουπόλει χρηματιστικῆς τραπέζης. Φιλαντίνοος Δημητρίας Ἀμμωνίου Ἀθηναιεὺς ὁ καὶ Σαλαμείνιος Ἑρμίᾳ Ἰσιδώρου τοῦ Ἰσιδώρου Σεβαστίῳ τῷ καὶ Ἡρακλείῳ ὁμολογεῖ διὰ τῆσδε τῆς διαγραφῆς παρακεχωρηκέναι τῷ Ἑρμίᾳ ἀπὸ τοῦ νῦν εἰς τὸ παντελὲς κυρίως καὶ ἀναφαιρέτως καὶ ἀμετανοήτως τὸ καταλειφθὲν ὑπὸ τοῦ κατὰ πατέρα ἀνεψιοῦ Ἰσιδώρου Βησαρίωνος τοῦ Κάστορος Τραιανίου τοῦ καὶ Νικηφορίου ἀτέκνου καὶ ἀδιαθέτου μετηλλαχότος τρίτον μέρος οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων καὶ συνκυρόντων καὶ ἀνηκόντων πάντων καὶ εἰσόδων καὶ ἐξόδων ἐν τῷ γ γράμματι πλινθίῳ ια τῆς Ἀντινόου ἀπογεγραμμένον ὑπʼ αὐτοῦ ἐν τῇ πρὸς τὸ ι ἔτος κατʼ οἰκίαν ἀπογραφῇ κατὰ μετοχὴν τοῦ λοιποῦ διμοίρου μέρους κληρονόμων Ἀμωνίου Τιθοητίωνος ἀνθʼ ὧν προφέρεται ὁ Ἑρμίας ὀφείλεσθαι αὐτῷ ὑπὸ τοῦ αὐτοῦ Ἰσιδώρου Βησαρίωνος κατὰ δισσὸν χειρόγραφον ἐπὶ τοῦ ἑκκαιδεκάτου ἔτους τῆς εὐτυχεστάτης ταύτης αὐτοκρατορίας μηνὸς Φαῶφι εἰκάδος κεφαλαίου δραχμῶν δισχιλίων καὶ τόκων αὐτῶν τὸ καὶ ὂν παρὰ τῷ αὐτῷ Ἑρμίᾳ εἰς ἐπίδειξιν, εἰσὶ δὲ οἱ γείτονες τῆς οἰκίας καὶ αὐλῆς νότου Ἰσιδώρου οὐετρανοῦ, βορρᾶ Ἑρμίου, ἀπηλιώτου Ἀσκαλάφου καὶ ἄλλων, λιβὸς ῥύμη δημοσία ἢ οἳ ἐὰν ὦσιν γείτονες πάντοθεν, τὴν δὲ παραχώρησιν πεποίηται ὁ Φιλαντίνοος τῷ Ἑρμίᾳ τοῦ προκειμένου τρίτου μέρους τῆς οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων πάντων οὐδενὸς ἀντιποιησάμενος τῶν τοῦ Ἰσιδώρου κατʼ οὐδεμίαν πρόφασιν καὶ μὴ ἐπελεύσεσθαι τὸν Ἑρμίαν μηδὲ τοὺς παρʼ αὐτοῦ μηδʼ ἄλλους ὑπὲρ αὐτοῦ τῷ Φιλαντινόῳ μηδὲ τοῖς παρʼ αὐτοῦ περὶ ἡστινοσοῦν ὀφειλῆς ὀνόματι τοῦ αὐτοῦ Ἰσιδώρου μηδὲ περὶ ἄλλου τινὸς ἁπλῶς ἐνγράφου ἢ ἀγράφου μηδὲ μὴν τὸν Φιλαντίνοον μηδὲ τοὺς παρʼ αὐτοῦ μηδʼ ἄλλους ὑπὲρ αὐτοῦ τῷ Ἑρμίᾳ μηδὲ τοῖς παρʼ αὐτοῦ περὶ μηδενὸς τῆσδε τῆς παραχωρήσεως τοῦ προκειμένου τρίτου μέρους τῆς οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων πάντων, ἀλλὰ καὶ ἐντεῦθεν εἰς τὸ παντελὲς κρατεῖν αὐτὸν καὶ τοὺς παρʼ αὐτοῦ τούτου τοῦ μέρους, ἔτι δὲ καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτοῦ ὡς ἐὰν αἱρῶνται ἀνεμποδίστως καὶ πάντα τὸν ἐπελευσόμενον ὀνόματι τοῦ αὐτοῦ Φιλαντινόου ἀποστήσειν αὐτὸν Φιλαντίνοον παραχρῆμα ἰδίαις αὐτοῦ δαπάναις χωρὶς τοῦ κυρίαν καὶ βεβαίαν εἶναι τήνδε τὴν παραχώρησιν εἰς τὸν ἀεὶ χρόνον.

---

Documentary Papyri, P.Lond. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;3.
