# P.Lond. 3 1177.1.1-1177.3.39

Documentary Papyri, P.Lond. 3, 1177.1.1 to 1177.3.39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-3/1177.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-3/1177.1.1

Δημητρίωι γεγυμνασιαρχηκότι ἐξεταστῇ παρὰ Κρίσπου τοῦ καὶ Σαραπίωνος καὶ Μύσθου τοῦ καὶ Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Μύσθου διὰ τοῦ πατρὸς Διδύμου καὶ Σώτου τοῦ Ζωίλου τῶν τεσσάρων φροντιστῶν εἰσαγωγῆς ὑδάτων καστέλλων καὶ κρηνῶν μητροπόλεως. λόγος λημμάτων καὶ ἀναλωμάτων τῶν ἀναλουμένων εἰς τὴν τῶν ὑδάτων εἰσαγωγὴν τῶν ἀπὸ Παχὼν τοῦ διεληλυθότος ιϛ ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου ἕως Φαῶφι λ τοῦ ἐνεστῶτος ιζ ἔτους. λημμάτων Πάππου καὶ Θέωνος γυμνασιάρχων τοῦ ιϛ ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου μηνιαίων δραχμαὶ υκ Παχὼν δραχμαὶ υκ, Παῦνι δραχμαὶ υκ, Ἐπεὶφ δραχμαὶ υ, Μεσορὴ δραχμαὶ υ καὶ ὑπὲρ λοιπῶν Ἐπεὶφ καὶ Μεσορὴ δραχμαὶ μ γίνονται δραχμαὶ Αχπ. Ἀσκληπιάδου κοσμητοῦ ὁμοίως μηνιαίων δραχμαὶ Α Παχὼν δραχμαὶ Α, Παῦνι δραχμαὶ Α, Καισαρείῳ δραχμαὶ Β γίνονται δραχμαὶ Δ. Ἀλκίμου ἐξηγητοῦ ὁμοίως μηνιαίων δραχμαὶ σν … Παχὼν δραχμαὶ σν, Παῦνι δραχμαὶ σν, Μεσορὴ ὑπὲρ Ἐπεὶφ δραχμαὶ σν ιζ ἔτους Θὼθ ὑπὲρ Μεσορὴ ιϛ ἔτους ἀπὸ δραχμῶν σν δραχμαὶ σμ γίνονται δραχμαὶ ϡϙ. Πτολεμαίου καὶ Πτολεμαίου γυμνασιάρχων τοῦ ιζ ἔτους ὁμοίως ει…κ Τραιανοῦ Καίσαρος τοῦ κυρίου Θὼθ δραχμαὶ υκ. Διδᾶτος κοσμητοῦ ὁμοίως Θὼθ δραχμαὶ Α, Φαῶφι δραχμαὶ Α γίνονται δραχμαὶ Β. χορηγίας ὕδατους βαλανείου Σεουηριανοῦ ἡμερησίων ὀβολοὶ ιη Παχὼν δραχμαὶ οβ ὀβολοὶ ιη, Παῦνι δραχμαὶ οβ ὀβολοὶ ιη, Ἐπεὶφ δραχμαὶ οβ ὀβολοὶ ιη, Μεσορὴ ἀπὸ α ἕως ιε διὰ τὸ ἀπὸ ιϛ ἕως λ μὴ λελουκέναι ἐπέχετε ἀντὶ τῶν αἱρουσῶν δραχμῶν λϛ ὀβολῶν θ ὅλαι δραχμαὶ νβ Ἐπαγομένων ἡμερῶν ε δραχμαὶ ιβ τριώβολον, ιζ ἔτους Θὼθ δραχμαὶ οβ ὀβολοὶ ιη Φαῶφι δραχμαὶ οβ ὀβολοὶ ιη γίνονται δραχμαὶ υκδ ὀβολοὶ ϙγ. κρήνης δρόμου ἡμερησίων ὀβολοὶ θ Παχὼν δραχμαὶ λϛ ὀβολοὶ θ, Παῦνι δραχμαὶ λϛ ὀβολοὶ θ, Ἐπεὶφ ἡμερῶν ὁμοίως κζ αἱ αἱροῦσαι δραχμαὶ λγ ὀβολοὶ δ, Μεσορὴ δραχμαὶ λϛ ὀβολοὶ θ καὶ ὑπὲρ Ἐπαγομένων ε ὀβολοὶ με γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ρμα ὀβολοὶ οϛ.

---

Documentary Papyri, P.Lond. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;3.
