# P.Lond. 4 1354

Documentary Papyri, P.Lond. 4, P.Lond. 4 1354. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-4/1354
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-4/1354

… …σιν τῶν τῆς χώρας … …ε…σον τὸν διασταλέντα σίτον καὶ ἄρτον … λόγῳ δαπάνης τοῦ κούρσου ὡς εἴρηται … ἃ μὲν ἐνεβάλου εἰς πλοῖα παρασκεύασον ἀναδοθῆναι … εἰ δὲ καί τις ἐκ τῶν τῆς διοικήσεώς σου φαίνηται δούς τινι ἐκ τῶν ὑπουργῶν σου ἀπαργυρισμὸν τὸν ὁτιοῦν τῆς τοιαύτης δαπάνης παρʼ ὃ ἧς ἐθεματίσαμεν διατιμήσεως ἐν τοῖς ἡμετέροις ἐνταγίοις τοῦτον εἰς πλῆρες ὑπόστρεψον αὐτοῖς καὶ μὴ ἀπαιτήσῃς τοὺς τῶν χωρίων σῖτον καὶ ἄρτον ἀπὸ τοῦ νῦν ἕως τοῦ καιροῦ τοῦ θερισμοῦ κελεύσει Θεοῦ. ἡνίκα δε ἄρξονται εἰς τὸν θερισμὸν ἀπαίτησον αὐτοὺς ἐντελῶς εἴ τι λοιπάζονται ἐκ τοῦ αὐτοῦ σίτου καὶ ἄρτου καὶ ἀπόστειλον ἐν Ταμίαθι μὴ ὑστερῶν ἐξ αὐτῶν μίαν ἀρτάβην καὶ μόνην. ἐξακολούθησον δὲ ἀπαρακλινῶς τῇ ἐπιτροπῇ ἡμῶν ἐν τούτοις ἅπασιν — μὴ καταθορών τινι ἀλλὰ διὰ σεαυτοῦ ἀποτελῶν. ἰδοὺ γὰρ γεγραφήκαμεν τῷ πεμφθέντι παρʼ ἡμῶν ἀποστόλῳ πρὸς σὲ ἕνεκε τῆς τοιαύτης δαπάνης ἐνέγκαι πρὸς ἡμᾶς κατάγραφον περιέχον τί ἐνεβάλου καὶ ἀπέστειλας διʼ ἑκάστου πιστικοῦ ἀπό τε δαπάνης καὶ ἀπαργυρισμοῦ αὐτῆς. λοιπὸν μὴ γνωσθῇ ἡμῖν ὡς ἠνύσθη ἐκ τῶν τῆς διοικήσεώς σου ἀπαργυρισμὸς δαπάνης τὸ καθόλου κάτωθεν ἧς ἐνεθήκαμεν ὡς λέλεκται ἀποτιμήσεως ἐν τοῖς ἡμετέροις ἐνταγίοις. τὸ δὲ ὄσπριον καὶ τὸ ὀξέλαιον πάραυτα μὴ ἀναμένων πρὸς ῥοπὴν καὶ μόνην ἔκπεμψον ἐν Ταμίαθι καὶ μὴ ἀμελήσῃς. ἐγράφη μηνὸς Φαμενὼθ κθ ἰνδικτίονος η

---

Documentary Papyri, P.Lond. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;4.
