# P.Lond. 4 1404

Documentary Papyri, P.Lond. 4, P.Lond. 4 1404. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-4/1404
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-4/1404

… … πρὸς τὴν ὑποτεταγμένην γνῶσιν … πάντων τοῦ πράγματος παραδοθέντος ἀπὸ τῆς διοικήσεώς σου ἔν τε τοῖς ὁρρίοις Βαβυλῶνος καὶ ἐν … ἐπαξομενο… πολὺ μέτρον καὶ τοῦτο εἰς ἀπώλειαν τῆς ψυχῆς καὶ ὑποστάσεώς σοι ἐγένετο ἐν τῷ σε ἀμελῆσαι καὶ μὴ ἐκπέμψαι εἰς πλῆρες τὸ ταγὲν διὰ τῆς διοικήσεώς σου μέτρον καθότι τὸ ῥουζικὸν τῶν Μωαγαριτῶν θέλομεν ἐξαπολῦσαι αὐτοῖς ἐν τοῖς ὁρρίοις καὶ ἀνένδεκτος τρόπος ἐστὶν εἰ μὴ πληρωθῆναι αὐτούς. δεχόμενος οὖν τὰ παρόντα γράμματα ἐὰν θέλεις τὸ σῶσμα τῆς ψυχῆς σου ἔκπεμψον μετὰ πάσης συντομίας τὸ ταγὲν μέτρον διὰ τῆς σε… σου. εἰ δὲ καὶ ευρ… ἔχοντα χρυσίον ἐκ τῆς τοιαύτης λοιπάδος καὶ μὴ ἔχοντα σῖτον ἀπαιτεῖ ἐκ τῶν τοιούτων τὸν ἀπαργυρισμὸν κατὰ δεκατρεῖς ἀρτάβας καθαρὰς τοῦ νομίσματος καθὼς ἐνεθήκαμεν ἐν τοῖς ἐνταγίοις ἡμῶν καὶ ἀπόστειλον διʼ ἀνθρώπου σου πιστοῦ τοῦ ὀφείλοντος καταβαλέσθαι. προηγγείλαμεν γὰρ τῷ παρόντι μαγιστριανῷ μὴ δοῦναι ἄνεσιν παντοίαν ἕως ἂν ἐκπέμψῃς ὡς εἴρηται εἰς πλῆρες τὸ λοιπαζόμενον διὰ τῆς διοικήσεώς σου ἔτι μὴν καὶ τὸν ἐν κοκκοείδει ἀπαργυρισμόν. λοιπὸν μὴ ἀμελήσῃς ἐν τούτῳ … ἐγράφη μηνὸς … γνῶσις … λόγῳ κούρσων Ἀνατολῆς καὶ Αἰγύπτου σίτου ἀρτάβαι Βσν οὕτως· ἐκ κριθῶν σν διανα ἄνευ προχρείας ἀπὸ τ … … ἐν κόκκῳ σίτου ἀρτάβαι χκθ 𐅵 γ … ὀρβίων ἀρτάβαι ϡιγ δ … σίτου ἀρτάβαι Αφμγ ιβ … ἀρτάβαι ψϛ 𐅵 γ ιβ

---

Documentary Papyri, P.Lond. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;4.
