# P.Lond. 4 1433.Fol10b.393-1433.Fol11.415

Documentary Papyri, P.Lond. 4, 1433.Fol10b.393 to 1433.Fol11.415. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-4/1433.Fol10b.393
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-4/1433.Fol10b.393

ιϛ ὀνόματι ναύλου πλοίου βαστάσαντος τῶν δημοσίων καὶ μισθοῦ Σαρακηνοῦ ἐλθόντος χάριν α καταβολῆς νομίσματος γ Παχὼν ε ὀνόματι ναύτου 𐅵 γ λόγῳ κούρσου Αἰγύπτου καὶ κούρσου Ἀνατολῆς μετὰ δαπάνης μηνῶν ϛ διὰ Πέτρου πιστικοῦ λόγῳ κούρσου Αἰγύπτου ναύτου γ μετὰ δαπάνης μηνῶν ϛ ἐν εἴδει καὶ λόγῳ δαπάνης Μωαγαριτῶν ἑψήματος μέτρα β νομίσματος 𐅵 λόγῳ κούρσου Ἀνατολῆς ναύτου 𐅵 μετὰ δαπάνης μηνῶν ϛ οὕτως ἐν εἴδει μηνῶν δ ἐν ἀπαργυρισμῷ μηνῶν β νομίσματος 𐅵 Παχὼν ζ ὀνόματι μέρους δαπάνης ἁμαλίτων διὰ Σζουραε υἱοῦ Ἀλουασαλ μηνῶν δ ὄξους μέτρα δ νομίσματος 𐅵 θ ὀνόματι ναύλου πλοίου βαστάσαντος εἰδῶν διανομῶν τῶν καράβων καὶ τοῦ Κλύσματος διὰ Πέτρου πιστικοῦ καὶ Ἀβου Ἰεζιδ νόμισμα α Παῦνι δ ὀνόματι μέτρους σιδηροχαλκέως α τῆς ἡμετέρας κώμης ὄντος εἰς ἐργασίαν πησσομένων ἐν τῇ πόλει Μέμφεως διὰ Βίκτωρος ναύτου νομίσματος γ Παῦνι ιθ ὀνόματι ναύλου πλοίου βαστάσαντος ναυτῶν φυγόντων καὶ ἀποστρέψαντων νομίσματος ιβ κδ ιθ ὀνόματι μέρους ἐργάτου α λόγῳ παραχώματος Αλδιασβ διὰ Ἐνὼχ ἀπὸ Πακαύνεως ἀγγαρευτοῦ ϛ νομίσματος 𐅵 γ τῇ αὐτῇ ὀνόματι δαπάνης τοῦ πανευφήμου συμβούλου μηνῶν ιβ διὰ Ἐνὼχ πιστικοῦ νομίσματα δ τῇ αὐτῇ ὀνόματι ναύλου πλοίου καὶ μισθοῦ Ἐνὼχ καὶ παραλλαγῆς χρυσίου τῆς αὐτῆς δαπάνης διὰ τοῦ αὐτοῦ Ἐνὼχ νομίσματος ιβ κδ κθ ὀνόματι φιλοκαλείας παραχώματος τῆς κώμης ἐργάτης α ξοΐς α Μεσορὴ ιε ὀνόματι εἰδῶν διανομῶν τοῦ Κλύσματος διὰ Ἐνὼχ Βίκτωρος ἀπὸ Πακαύνεως τυλάρια γ νομίσματος 𐅵 δ Ἐπαγομένων α ὀνόματι μέρους τεχνιτῶν μ εἰς κάτεργον τοῦ μασγιδα Δαμασκοῦ διὰ τοῦ αὐτοῦ Ἐνὼχ νόμισμα α ὀνόματι ναύλου πλοίου βαστάσαντος τῶν δημοσίων β καταβολῆς δ ἰνδικτίονος καὶ μισθοῦ Σαρακηνοῦ ἐλθόντος χάριν τῶν αὐτῶν νομίσματος 𐅵 ὀνόματι παρόδου νομίσματα Κεραμίου Χοιὰκ ιε ὀνόματι ξενίου τοῦ Αμιραλμουμνιν διὰ Βίκτωρος πιστικοῦ νομίσματα τῇ αὐτῇ ὀνόματι εἰδῶν διανομῶν τῶν καράβων ὄντων ἐντὸς νήσου Βαβυλῶνος διὰ Σενουθίου Ἐνὼχ πιστικοῦ νόμισμα α γ κδ ὀνόματι πλουμακίου βασιλικοῦ α λόγῳ ποιήσεως τένδας τριχίνης διὰ τοῦ αὐτοῦ νομίσματος γ ιβ τῇ αὐτῇ ὀνόματι ναύλου πλοίου βαστάσαντος εἰδῶν διανομῶν καὶ … καὶ μισθοῦ Σαρακηνοῦ καὶ παραλλαγῆς χρυσίου νομίσματος γ Τῦβι α ὀνόματι ἀγγαρευτοῦ δ λόγῳ φιλοκαλείας καράβων ὄντων ἐντὸς νήσου Βαβυλῶνος μισθωθέντος διὰ τῶν β Πεδιάδων ἐν σώματι διὰ Σενουθίου πιστικοῦ η ὀνόματι μισθοῦ καὶ δαπάνης Ὡρουογχίου λογογράφου μηνῶν αβ νομίσματος 𐅵

---

Documentary Papyri, P.Lond. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;4.
