# P.Lond. 4 1433.Fol4.139-1433.Fol5.163

Documentary Papyri, P.Lond. 4, 1433.Fol4.139 to 1433.Fol5.163. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-4/1433.Fol4.139
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-4/1433.Fol4.139

ὀνόματι ἐμβολῆς ϛ ἰνδικτίονος διὰ Ἀπολλῶ πρεσβυτέρου σίτου ἀρτάβαι ριθ Ἐπὶφ ιε ὀνόματι διανομῶν τοῦ Κλύσματος διὰ Ἐνὼχ Βίκτωρος πιστικοῦ ἀπὸ Πακαύνεως νομίσματα γ Μεσορὴ κε ὀνόματι χαλκώματος χυτοῦ ἄσπρου λιτρῶν ια διὰ Ἐνὼχ Βίκτωρος πιστικοῦ νόμισμα α Θὼθ κα ὀνόματι ναύλου πλοίου βαστάσαντος τῶν δημοσίων καὶ μισθοῦ βερεδαρίου ἐλθέντος χάριν τῶν αὐτῶν δημοσίων β καταβολῆς δ ἰνδικτίονος νόμισμα α γ τῇ αὐτῇ ὀνόματι σιδηρέων ἀλλαγῆς Βαβυλῶνος μηνῶν γ εἰς συμπλήρωσιν μηνῶν ιβ ἐργάτης α νομίσματα β ὀνόματι τῆς παρόδου νομίσματα γ Πεδιάδες οὕτως Ἁθὺρ κθ ὀνόματι μέρους ῥογᾶς Μωαγαριτῶν σίτου ἀρτάβαι υ λόγῳ ἀνδραπόδων φαμηλίας τοῦ πανευφήμου συμβούλου διὰ Μεεισαρα νομίσματα γ 𐅵 Χοιὰκ ιε ὀνόματι σίτου ἀρταβῶν ρ λόγῳ ῥογᾶς Μωαγαριτῶν ἀπὸ ἐμβολῆς γ ἰνδικτίονος διὰ Βίκτωρος Συμέωνος νομίσματα β 𐅵 τῇ αὐτῇ ὀνόματι ξενίου τοῦ Αμιραλμουμνιν διὰ χειρὸς τοῦ αὐτοῦ νομίσματα τῇ αὐτῇ ὀνόματι δαπάνης ναυτῶν λόγῳ τοῦ Κλύσματος διὰ Ἰεζεκιὴλ Ψεπνουθίου ψωμίων ἀρτάβαι ε ἐλαίου ξέσται ε τῇ αὐτῇ ὀνόματι εἰδῶν διανομῶν τῶν καράβων ὄντων ἐντὸς νήσου Βαβυλῶνος διὰ Σενουθίου Ἐνὼχ πιστικοῦ νομίσματα β 𐅵 γ τῇ αὐτῇ ὀνόματι ναύλου αὐτῶν καὶ μισθοῦ Σενουθίου Ἐνὼχ διὰ χειρὸς τοῦ αὐτοῦ νομίσματος γ Χοιὰκ κα ὀνόματι ἀλλαγῆς σιδηρέων Βαβυλῶνος μηνῶν γ ἀπὸ μηνὸς Ἁθὺρ ϛ ἕως Μεχεὶρ ϛ ἐργάτης α νόμισμα α 𐅵 κδ ὀνόματι μέρους ἐργάτου α μηνῶν ιβ λόγῳ νέου κτίσματος τοῦ Αμιραλμουμνιν ἐν Ἱερουσολύματι σὺν νομίσματι ιβ ἀποτροφῆς διὰ Σενουθίου πιστικτοῦ ἐργάτου ϛ νόμισμα α ιβ μισθοῦ διὰ Μηνᾶ ἀπὸ ποιμὴν Τῦβι α ὀνόματι τεχνιτῶν καὶ ἐργατῶν λόγῳ τῶν καράβων μηνῶν δ διὰ Σενουθίου Ἐνὼχ πιστικοῦ ἐν σώματι ἐργάτου 𐅵 δ Τῦβι ε ὀνόματι φοινικοδοκίων σχιστῶν δ διὰ Σενουθίου πιστικοῦ νομίσματα β η ὀνόματι μισθοῦ καὶ δαπάνης Ὡρουογχίου λογογράφου μηνῶν ιβ νόμισμα α 𐅵 κγ ὀνόματι μισθοῦ ἀρχισταβλίτου ἀλλαγῆς χωρίας Μοναχθη νομίσματος 𐅵 Μεχεὶρ η ὀνόματι μισθοῦ καὶ δαπάνης καλαφάτου 𐅵 μηνῶν δ ὄντος ἐντὸς νήσου διὰ Φιλοθέου Μηνᾶ πρεσβυτέρου νόμισμα α ιγ ὀνόματι ἀλλαγῆς Βαβυλῶνος μηνῶν γ ἀπὸ μηνὸς Μεχεὶρ ϛ ἕως Παχὼν ϛ ἐργάτης α διὰ Φιλοθέου Μηνᾶ νόμισμα α 𐅵 ὀνόματι λειψάνων δαπάνης Ἀθανασίου Παύλου πιστικοῦ ψωμίων ἀρτάβαι γ κβ ὀνόματι ἐξαρτίας καράβων καὶ ἀκατηναρίων λόγῳ κούρσου Ἀνατολῆς διὰ Σενουθίου πιστικοῦ ἀγκύρια σεβένινα δ τῇ αὐτῇ ὀνόματι ναύλου πλοίου βαστάσαντος αὐτοῦ διὰ τοῦ αὐτοῦ Σενουθίου πιστικοῦ νομίσματα

---

Documentary Papyri, P.Lond. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;4.
