# P.Lond. 4 1433.Fol9b.344-1433.Fol10.366

Documentary Papyri, P.Lond. 4, 1433.Fol9b.344 to 1433.Fol10.366. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-4/1433.Fol9b.344
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-4/1433.Fol9b.344

κζ ὀνόματι ἐργάτου δ λόγῳ κτίσματος ἡμετέρας αὐλῆς ἐν Βαβυλῶνι διὰ Φιλοθέου Μηνᾶ νομίσματος 𐅷 Μεχεὶρ η ὀνόματι ἐργάτου ϛ λόγῳ ἀνασκευῆς καὶ φιλοκαλείας καράβων ἐντὸς νήσου Βαβυλῶνος μισθωθέντος Πνει ἀπὸ γ Πεδιάδων τὰ καὶ σταλέντα διὰ Φιλοθέου Μηνᾶ πρεσβυτέρου Μεχεὶρ κβ ὀνόματι ναυτῶν λόγῳ κούρσου Ἀνατολῆς μετὰ δαπάνης αὐτῶν μηνῶν ϛ τοῦτʼ ἐστὶν ἐν εἴδει μηνῶν δ ἐν ἀπαργυρισμῷ μηνῶν β διὰ Σενουθίου πιστικοῦ ναύτου 𐅵 μετὰ δαπάνης αὐτοῦ μηνῶν δ ἐν εἴδει καὶ ὑπὲρ μηνῶν β σὺν νομίσματος 𐅵 ἐκ τοῦ ναύτου λόγῳ ἀποτροφῆς νομίσματος 𐅵 δ ὀνόματι ναύλου πλοίου βαστάσαντος τῶν ναυτῶν κ καὶ δαπάνης αὐτῶν καὶ μισθοῦ βερεδαρίου διὰ τοῦ αὐτοῦ Σενουθίου νομίσματα Φαρμοῦθι β ὀνόματι ναυτῶν οθ λόγῳ κούρσου Αἰγύπτου μηνῶν ζ διὰ Ἠλίας στρατιώτου ναύτης α 𐅵 ὀνόματι δαπάνης ναυτῶν οθ δαπάνης ναύτου α 𐅵 μηνῶν ζ διὰ Ἄπα Κύρου Ἀνδρέου πιστικοῦ ὀνόματι δαπάνης Μωαγαριτῶν διὰ Ἄπα Κύρου Ἀνδρέου πιστικοῦ ἑψήματος μέτρα β νομίσματος 𐅵 ὀνόματι ναύλου πλοίου βαστάσαντος ναυτῶν δαπάνης αὐτῶν διὰ Βασιλείου ἀπὸ Ἀνταίου καὶ Μακαρίου ἀπὸ Ἀποθήκης νομίσματος δ Παχὼν ε ὀνόματι ναύτου 𐅵 κούρσου Αἰγύπτου καὶ Ἀνατολῆς δαπάνης μηνῶν ϛ διὰ Πέτρου πιστικοῦ λόγῳ κούρσου Αἰγύπτου ναύτου γ μετὰ δαπάνης μηνῶν ϛ ἐν εἴδει καὶ λόγῳ δαπάνης Μωαγαριτῶν ἑψήματος μέτρον α νομίσματος δ λόγῳ κούρσου Ἀνατολῆς ναύτου ϛ μετὰ δαπάνης μηνῶν ϛ οὕτως ἐν εἴδει μηνῶν δ ἐν ἀπαργυρισμῷ ὑπὲρ μηνῶν β νομίσματος ϛ ζ ὀνόματι σίτου ἀρταβῶν ζ λόγῳ δαπάνης ἁμαλίτων ἤτοι Σζουραε υἱοῦ Ἀλουασαλ μηνῶν δ διὰ τοῦ Σαρακηνοῦ Σζωραε νομίσματος 𐅵 θ ὀνόματι ναύλου πλοίου βαστάσαντος διαφόρων εἰδῶν διανομῶν τῶν καράβων καὶ τοῦ Κλύσματος διὰ Πέτρου πιστικοῦ καὶ Ἀβου Ἰεζιδ νομίσματος 𐅷 Παῦνι δ ὀνόματι μισθοῦ σιδηροχαλκέως α τῆς ἡμετέρας κώμης ὄντος εἰς ἐργασίαν πησσομένων ἐν τῇ πόλει Μέμφεως διὰ Βίκτωρος ναύτου νομίσματος γ Παῦνι ε ὀνόματι ἀγγαρευτῶν λόγῳ παραχώματος Τεπύθεως μηνῶν γ διὰ Ἀθανασίου Παύλου πιστικοῦ ἐργάτου ϛ μισθωθέντος διὰ τῶν ἀπὸ γ Πεδιάδων Παῦνι ιθ ὀνόματι δαπάνης τοῦ πανευφήμου συμβούλου μηνῶν ιβ διὰ Ἐνὼχ Βίκτωρος ἀπὸ Πακαύνεως νομίσματα β 𐅷 τῇ αὐτῇ ὀνόματι φιλοκαλείας λόγῳ παραχώματος ἡμετέρας κώμης ἐργάτης α ἅμμα α Μεσορὴ ιε ὀνόματι εἰδῶν διανομῶν τοῦ Κλύσματος διὰ Ἐνὼχ Βίκτωρος πιστικοῦ νομίσματος 𐅵 Ἐπαγομένων α ὀνόματι μέρους μισθοῦ τεχνιτῶν μ εἰς κάτεργον μασγιδα Δαμασκοῦ νομίσματος 𐅵 γ

---

Documentary Papyri, P.Lond. 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;4.
