# P.Lond. 5 1676.v.49-1676.rmsup.70

Documentary Papyri, P.Lond. 5, 1676.v.49 to 1676.rmsup.70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-5/1676.v.49
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-5/1676.v.49

ὡμολόγησεν ἀνελλιπῶς εἰσπρᾶξαι τῷ δημοσίῳ λόγῳ καθʼ ἕκαστον ἔτος τοὺς τῶν εἰρημένων καὶ πραθέντων αὐτῷ πραγμάτων δημοσίους βασιλικοὺς φόρους ἀκολούθως ταῖς γεναμέναις αὐτῷ ἐγγράφως ὠνιακαῖς συγγραφαῖς καὶ ἐπειδήπερ ἀλλὴν ἐλπίδα καὶ καταφυγὴν οὐκ ἔχω μετὰ τὸν Θεὸν τὸν τῆς ψυχῆς μου κύριον πρόσειμι τοῖς εὐκλέεσι ὑμῶν ἴχνεσι κυλινδούμενος καθϊκετεύων τὴν ὑπερφυῆ ὑμῶν φιλανθρωπίαν ἣν ὁ πανοικτιστὴς Θεὸς καὶ ὁ θειότατος καὶ οἰκουμενικὸς δεσπότης ἡμῶν βασιλεὺς ἐχαρίσατο τῇ πανταθλίᾳ ταύτῃ χώρᾳ καὶ τοῖς ἐνοικοῦσι δῶρον μέγιστον ἅτε εὔβουλον εἰς τὸ τὰ πικρὰ Θηβαίων ἀδικήματα ἀναστεῖλαι εἰ παρασταίη προστάξαι ἱκανῶς μηδεμίαν πάροδον τοῦ προρηθέντος περιβλέπτου ἀνδρὸς γενέσθαι μοι περὶ τούτου μηδὲ καινοτομίαν ἄδικον ἣν ἐπιβουλεύει ἐμοὶ προσθέσθαι παρὰ τὸ προσῆκον ἐκ δυναστείας βιαίως ὅπως ἐν τούτῳ ἀπολαύομαι τῆς ὑμέτερας δικαιοσύνης καὶ πάντοτε ὑπερεύξομαι τῷ πανεπόπτῃ Θεῷ καὶ δικαίῳ μόνῳ κρίτῃ τῷ ὄντι πατρὶ τῶν ὀρφανῶν πλουσίᾳ χειρὶ τὰ ὑμέτερα ὑμῖν ἀντεισάξαι μυριαντοπλασίαις ἀμοιβαῖς ὑπὲρ τῆσδε τῆς εἰς ἐμὲ γεναμένης ἐν τούτῳ ἐπικουρίας περὶ ἧς ὑμᾶς ἐξορκίζω κατὰ τῆς ἀθανάτου κορυφῆς καὶ αὐτοῦ τοῦ δεσπότου ἡμῶν βασιλέως καὶ τῆς ὑμῶν σωτηρίας.

---

Documentary Papyri, P.Lond. 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;5.
