# P.Lond. 5 1677.r.1-1677.v.38

Documentary Papyri, P.Lond. 5, 1677.r.1 to 1677.v.38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-5/1677.r.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-5/1677.r.1

χμγ τῷ ἀληθινῷ ἀγαθῷ δεσπότῃ μου καὶ φιλανθρώπῳ εὐεργέτῃ λαμπροτάτῳ καὶ περιβλέπτῳ μαγίστερι δέησις καὶ ἱκεσία παρὰ τοῦ ἐλεεινοῦ οἰκέτου ὑμῶν Διοσκόρου. εὐφημεῖται καὶ διαβεβόηται ἐν ἅπασι παρὰ παντὸς ἀνθρώπου ἡ φιλοκάγαθος ὑμῶν λαμπρὰ εὐεργεσία ἀεὶ σπουδάσουσα πάντα τὰ λυσιτελῆ καὶ ψυχωφελῆ … δικαίων ὑπὲρ πᾶσαν ἀρετὴν ἣν ἐπέχει ὀρέγεται διατελεῖν …μενη καὶ ἐγὼ τοῦτο σαφῶς ἐπιστάμενος ἀόκνως πρόσειμι … τοῖς ἀνεπάφοις ὑμῶν ἴχνεσι τὸ κατʼ ἐμὲ πρᾶγμα διδάσκων ἐν τούτοις ἔχον Μηνᾶς ὁ λαμπρότατος σκρινιάριος καὶ παγάρχης τῆς Ἀνταίου ὡς ἴστε πλεονεξίαν … βλάβας μου καὶ θλίψεις καὶ στενοχωρίας ἃς ὑπέμεινα ἐνταῦθα … συνεχόμενος τῇ ἀπορίᾳ καὶ πενίᾳ παλαιῶν ἐφʼ ὅ τι ὁ βοηθὸς Κῦρος τῆς κώμης Φθλᾶ μετὰ τῶν ταύτης ποιμένων καρποῦνται τὰς ἄρουράς μου ἐν τῷ πεδίῳ Πιασε τῆς αὐτῆς κώμης ἄνευ ἐκφορίων καὶ δημοσίων καὶ τὴν συντέλειαν τούτων ἐάσας ἐνεπιτετραμμένην μοι. ἀδίκως ἐπὶ γὰρ τῆς προηγησαμένης ἀρχῆς … τοῦ τῆς ἐνδόξου μνήμης ἀραβάρχου πολλὰς δυσφημίας καὶ … τούτου ἐποίουν καὶ παρέθετό μοι αὐτῷ ἡ μεγαλοπρεπὴς …καὶ αὐτὸς ὁ δοὺξ τότε τῷ εἰρημένῳ κελεύσαντες ἀνδρὶ τοῦτο …ενως ἄρα αὐτός ἐστιν ὁ οἰκειούμενος τὰ γενήματα ἑαυτῷ … τοῖς ἐμοῖς ἀνθρώποις οἱ ποιμένες ἐκεῖνοι. πρὸς δὲ τοῖς ἀνυποίστοις τούτοις καὶ … ἀδικήμασι κατέσχεν τὸν ἐμὸν υἱὸν ὑπὲρ ἀλλοτρίων δημοσίων … ἐλάσσωμα περὶ τούτων. ὁ γὰρ εἰρημένος Μηνᾶς φρεναπάτης γενάμενος …ν Ευϩαν Ἀπολλὼν τὸν ἄνδρα τῆς ἐμῆς ἀδελφῆς ακοντα … πρωτοκωμήτην Ἀφροδίτης κώμης ποιήσασθαι καὶ τούτου ἕνεκα ἀρέσκειν αὐτῷ … ὑπʼ αὐτὸν τῆς κώμης πρωτοκωμήτης κακῷ καὶ βιαίῳ … καὶ ἐπορθήθη ἡμεραίᾳ ἡ αὐτοῦ οἰκία παρά τε τῶν λῃστῶν καὶ τῶν παγανῶν καὶ τῶν σὺν τούτοις ποιμένων καὶ τῶν ἀπὸ τῆς κώμης ὅλων οἰκητόρων ἐν αὐτῇ … ἀναιρέσεως καὶ οὐ μόνον ὅτι οὐκ ηὐεργέτησεν τοὺς νηπίους τούτου ταλαιπώρους καὶ ἀφήλικας υἱοὺς τοὺς συνελθόντας εἰς ἐσχάτην πενίαν καὶ τοῦ ἄρτου ἔνδειαν ἀλλὰ καὶ τοὺς φονίους … τὰ κτήματα αὐτοῦ σπείραντας μισθωτὰς καὶ ποιμένας μετὰ τὴν αὐτοῦ ἀναίρεσιν … τοῦ υἱοῦ μου μηδὲν τοῦ Ἀπολλῶτος παντελῶς μεταχειριζομένου καίτοι γε … ὀφείλει ἀπολυθῆναι τοῖς ταλαιπώροις αὐτοῦ καὶ ἀφήλιξι υἱοῖς καθότι … χμγ …ήθησαν τὸν πατέρα αὐτῶν καὶ διαρπαγὴν καὶ σάθρωσιν …το ὑπέστησαν καὶ κτηναφαίρεσιν ὡς ἂν εἴπῃς πλέον τῶν βαρβαρωθέντων τόπων ἐλεηλατήθησαν πορθήθεντες ὅπερ ἐστὶ πικρώτατον … διὰ τῆς βασιλικῆς προστάξεως ἀνῃρέθη ἄνθρωπός ποτε ταμιευθεὶς …ενος ἀναιρεῖται. ὁ δὲ ἀπερίστατος καὶ ἄθλιος τὰ δύο κακὰ

---

Documentary Papyri, P.Lond. 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;5.
