# P.Lond. 5 1708.rFrF.136-177

Documentary Papyri, P.Lond. 5, 1708.rFrF.136 to 1708.rFrF.177. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-5/1708.rFrF.136
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-5/1708.rFrF.136

οὐ μὴν ἀλλὰ καὶ περὶ τῆς τοῦ ἕδνου αὖθις ἀναδόσεως τῆς ὑπʼ αὐτοῦ πάλιν γεγενημένης Ἀναστασίᾳ καὶ Φοιβάμμωνι τῷ ταύτης ἀνδρὶ διʼ ἐγγράφου αὐτῶν ἀποδείξεως μετὰ συναινέσεως ἀλλήλων ὡσαύτως, ἀντεπίπτουν δὲ πρὸς ταῦτα οἱ εἰρημένοι καὶ διώκοντες ἔφασαν τὸ τῶν προονομασθέντων ὅλων σκευῶν πλῆρες μηδέπω εἰληφέναι ἀκολούθως τῇ ἐγγράφῳ ἐκδοθείσῃ παρʼ αὐτῶν Ψάτῃ ἀσφαλείᾳ ἐνπιστεύσαντες αὐτῷ εἰς ταύτην ὡς ἔφασαν, ἀντικαθϊστάμενος δὲ τούτοις ὁ εἰρημένος καὶ ἐναγόμενος Ψάτης ἔφασκεν σιταρχίαν πεποιηκέναι τοῖς εἰρημένοις καὶ διώκουσι καθʼ ἕκαστον ἔτος ἀφʼ ἧς ἐτελεύτησεν ὁ πάτηρ αὐτῶν σίτου μὲν ἀρτάβας εἰσάγειν τεσσαράκοντα τέσσαρας, ἐλαίου δὲ ἑνὸς νομίσματος πρὸς τὸ ἐκ διαπράσεως διδόμενον καὶ λόγῳ ἀναλωμάτων ἤτοι δαπανημάτων τῆς οἰκίας ἄλλο ἓν νόμισμα, περὶ δὲ βεστίου οὐκ ἐλογίσθη αὐτῷ παρʼ ἐμοῦ τοῦ ἀκροατοῦ ἀνθʼ ὧν καὶ αὐτοὶ ὑποτακτικῶς ἐργοχείρων ἤτοι λειτουργιῶν ἐποίησαν αὐτῷ ἁπαξαπλῶς ἵνα ἕκαστος τούτων λάχῃ εἰς μοῖραν αὐτοῦ σιταρχίας λόγῳ ἤτοι ἀποτροφῆς σίτου ἀρτάβας πέντε καὶ χρυσοῦ κεράτια ἑπτὰ ὑπὲρ δαπάνης οἰκίας καὶ ἐλαίου, ἔφασαν δὲ οἱ ἐνάγοντες ὡς ἱκανὴν ἡμῖν ἐξέθετο ἀσφάλειαν γεναμένην ὑπὲρ ἡμῶν τῷ ἀδελφῷ ἡμῶν ἐφʼ ᾧ αὐτὸν μὴ δύνασθαι ἐπιζητεῖν πρὸς ἡμᾶς περὶ ἀποτροφῆς ἀφʼ ἧς ἐτελεύτησεν ἑκεῖνος καὶ ηὑρέθησαν ἄλλα δέκα ἔτη ὑπὲρ ὧν ὀφείλει τὴν ἐπιζήτησιν πρὸς αὐτοὺς θέσθαι καὶ ἐκλογιστίαν. ὑφεξῃρημένων οὖν τῶν ἑπτὰ ἐνιαυτῶν ἀπὸ τῶν δεκαεπτὰ ἐνιαυτῶν τῆς τελευτῆς τοῦ ἀποιχομένου αὐτῶν πατρὸς γίνονται μόνα τὰ εἰρημένα ἔτη δέκα καὶ ἐπειδὴ λέγουσιν τὰ ἐνοικία λελῆφθαι παρὰ Ψάτου ἀφʼ οὗ χρόνου ἔγημεν Ἀναστασίαν προεληλύθασιν ἤδη ἔτη τέσσαρα δεχομένου, ὡς λέγουσιν, ἀνὰ νομίσματα δύο ἑκάστου ἔτους ἠριθμημένα παρόντων ἁπάντων ἐν τῷ πανσέπτῳ οἴκῳ τοῦ ἁγίου εὐαγγελίστου τῆς πόλεως ταύτης Ἄπα Μάρκου ἐπὶ Ἰωάννου τοῦ εὐδοκιμωτάτου νοταρίου καὶ μεγάλου τινος ἀπὸ Πανοσπόλεως ηὑρέθησαν ὀκτὼ νομίσματα καὶ ἀφʼ οὗ ἐγαμίσκετο Μαρία τῷ ἀνδρὶ αὐτῆς ἡ ἄλλη αὐτῶν ἀδελφὴ μῆνες δύο διεληλύθασιν τῆς μικρᾶς οἰκίας αὐτῶν δεδομένης ὑπὲρ ἐνοικίου ἑνὸς ἡμίσους νομισματίου ἵνα ὦσιν ὑπὲρ τῶν δύο μηνῶν ἐνοικίου λόγῳ κεράτια ἓξ, γίνωνται οὕτως ἡ μὲν πρώτη οἰκία ἀπὸ κερατίων δώδεκα ἑκάστου ἔτους ἀπὸ τῆς τελευτῆς τοῦ πατρὸς ἔτη δεκαεπτὰ, γίνωνται κεράτια διακόσια τέσσαρα, τὰ καθαρὰ νομίσματα ὀκτὼ καὶ κεράτια δώδεκα εὔσταθμα, ἡ δὲ δευτέρα νομίσματα ἓξ εὔσταθμα καὶ κεράτια ἓξ ὑπὲρ τῶν τεσσάρων ἐτῶν ἀφʼ οὗ ἐγαμίσκετο Ἀναστασία ἔτι δὲ καὶ

---

Documentary Papyri, P.Lond. 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;5.
