# P.Lond. 5 1734

Documentary Papyri, P.Lond. 5, P.Lond. 5 1734. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-5/1734
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-5/1734

… …λ… σου κ… … καὶ τὴν τελείαν τιμὴν ἀπέσχον παρὰ σοῦ τοῦ ὠνουμένου διὰ χειρός σου εἰς χεῖρα ἐμοῦ ἐξ οἴκου σου ἀριθμῷ καὶ σταθμῷ πλήρη καὶ βεβαιώσω σοι πάσῃ βεβαιώσει διὰ παντὸς ἀπὸ παντὸς τοῦ ἐπελευσομένου σοι … κτᾶσθαι, χρᾶσθαι παντὶ ᾧ ἂν αἱρῇ τρόπῳ ἀκωλύτως τε καὶ ἀνεμποδίστως μηδένος ἄλλου προσώπου ἀνήκοντός μοι κατὰ γένος ἢ τέκνων ἢ ἐγγόνων δυνησομένου ἐπελεύσασθαί σοι ἢ ἐνάγειν ἢ ἐγκαλεῖν ἢ δίαιταν κινῆσαι κατὰ σοῦ ταύτης ἕνεκεν τῆς αἰτίας …αἰτίας … ἢ ἀντιποιησομένου, τὸν δὲ ἐπελευσόμενόν σοι ἢ ἀντιποιησόμενον ἐκστήσω καὶ καθαροποιήσω ἰδίοις μου ἀναλώμασι· πρὸς τῷ δέ σε ἀπεντεῦθεν κυριεύειν καὶ δεσπόζειν τοῦ προειρημένου συμποσίου καὶ … …λ…ει…παρ…λ… διὰ τὸ ἐμοὶ οὕτω δεδόχθαι κυρίως ἐχούσῃ πεπρακέναι σοι τὸ προγεγραμμένον συμπόσιον καὶ ἀπεσχηκέναι παρὰ σοῦ τὴν τούτου τιμὴν ἐν χρυσοῦ νομίσμασιν τρίσι καὶ ταύτην ἐκθέσθαι σοι τὴν πρᾶσιν πρὸς ἀσφάλειαν κυρίαν καὶ βεβαίαν μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτυρούντων καὶ ἐπερωτηθεῖσα κατὰ πρόσωπον ὡμολόγησα. δῆλον δὲ ὅτι καὶ τὸ αἱροῦν μοι μέρος ἀπὸ τῶν κοινωνιμαίων τόπων ἀπὸ θεμελίων ἄχρι τοῦ ἀέρος καὶ οὕτως ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Ταειτ Δίου ακ ἡ προκειμένη πέπρακα τὸ μέρος μου τῆς οἰκίας τῆς τιμῆς νομισμάτια τρία καὶ στοιχεῖ μοι πάντα τὰ ἐνγεγραμμένα ὡς πρόκειται. Φλαύιος Ἀβραὰμ Παύλου αὐγουστάλιος λεγεῶνος Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας. Α… ἐλάχιστος πρεσβύτερος ἐκκλησίας Συήνης μαρτυρῶ. Πασμητ Τυράννου διάκονος ἐκκλησίας Συήνης μαρτυρῶ. Φλαύιος Εὐλόγιος Ἀλλάμωνος κεντυρίων λεγεῶνος Συήνης μαρτυρῶ. Φλαύιος Δῖος Παύλου στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ. Φλαύιος Ἄπα Δῖος Μαρτίου στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ. Φλαύιος Ἰωάννης Ἀνθερΐου στρατιώτης λεγεῶνος Σήνης μαρτυρῶ. διʼ ἐμοῦ Ἀβραὰμ Δίου ἐγράφη. … πρὸς Πατερμούθιν καὶ Τκακωτ

---

Documentary Papyri, P.Lond. 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;5.
