# P.Lond. 6 1918

Documentary Papyri, P.Lond. 6, P.Lond. 6 1918. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-6/1918
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-6/1918

τῷ τιμιωτάτῳ καὶ ἠγαπημένῳ πατρὶ ἄπα Παιηοῦτι Χαρίσιος πλεῖστα χαίρειν. πρὸ μὲν πάντων ἀσπάζομαί σε πολλὰ ἐν κυρίῳ, ἀσπάζομαι ἄπα Διόσκορον καὶ ἄπα Τρύφωνα καὶ ἄπα Γερόντιον καὶ ἄπα Ἱέρακα καὶ τοὺς σὺν ὑμῖν ἀδελφοὺς κατʼ ὄνομα, ἀσπάζομαι Πετνίριον καὶ Λεωνίδην καὶ Πετθυβέστιον καὶ Παπνούθην καὶ ἄπα Τουᾶν καὶ ἄπα Πανᾶρε, ἀσπάζομαι Παπνούθην τὸν Ἀνταιοπολίτην καὶ Κολοβὸν καὶ τοὺς ἀδελφοὺς κατʼ ὄνομα. εἰδὼς οὖν τὴν σπουδήν σου, πάτερ ἄπα Παιηοῦς, περὶ πάντων ἀδελφῶν μάλιστα ἐμοῦ, ἰδοὺ ἔπεμψά σοι φοινίκια ἀρτάβας δύο καὶ ἄλευρα φακοῦ ἀρτάβας μίαν καὶ πρὸς καὶ σταφύλια κνίδιον ἕν καὶ γλυκελαίας κνίδιον ἕν · καὶ εἴ τι χρείαν ἔχεις πέμψον μοι καὶ μὴ ἀμέλησα περὶ ὧν εἶπόν σοι· καὶ ἐὰν θέλῃ ὁ θεὸς τάχα ἔρχομαι πρὸς ὑμᾶς ἐν τάχει. ἀσπάζονται Πσαλιοῦς καὶ οἱ σὺν ἡμῖν πάντας … ἀπόδος ἄπα Παιηοῦτι παρὰ Χαρισίου.

---

Documentary Papyri, P.Lond. 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;6.
