# P.Lond. 7 1994.r.10.224-1994.v.4.322

Documentary Papyri, P.Lond. 7, 1994.r.10.224 to 1994.v.4.322. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-7/1994.r.10.224
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-7/1994.r.10.224

καὶ τὸ Ἀριστογείτονι δοθὲν ὑπὲρ αὑτοῦ οὐ προσδέχεται δὲ πυροῦ λ καὶ τὸ εἰς τὴν κάθαρσιν κοσκινευτικὴν ἀνηλωθὲν τοῦ ἐκ τοῦ λδ ἔτους πυροῦ ριε κριθοπύρου ριζ ὃ ἔχει εἰς τὸν τοῦ φθινοπωρινοῦ σησάμου σπόρον σησάμου ἀρτάβας ρν ἐπεχωρήθη ἀπὸ τοῦ εἰσμεμετρημένου πλήθους ἀνθυφελεῖν διὸ οὐ προσήχθη αὐτῶι εἰς τὸν πυρόν. ὃ ὑπερέχει ἀπὸ τῶν Α ἀρταβῶν τοῦ λίνου ἀρτάβας χλε ἀξιοῖ περιελεῖν. ἔφη γὰρ ὑπάρχειν τὸ λίνον. ἔτους λε. γραφὴ εἰσδοχῆς ἧς ἀναγράφουσιν οἱ περὶ Κλείταρχον εἰσμεμετρημένων παρὰ Ἡρακλείδου μυριαρούρου Φαρμοῦθι κριθῆς μυριὰς α Εο 𐅵 δ ὁ δὲ ἔφη ε…πλήρης σλϛ γίνεται μυριὰς α Ετϛ 𐅵 δ Παχὼνς πυροῦ υζ χιϛ 𐅵 ὀλυρῶν φξ κριθῶν μυριάδες β Ευξη 𐅵 δ σὺν δὲ ταῖς Δ γίνεται μυριάδες β Θυξη 𐅵 δ Χαιριγένης μυριάδες β Θυπε 𐅵 μήκωνος ϡκϛ γ …κε 𐅵 γ Παῦνι ἀπὸ α ἕως Ἐπεὶφ ϛ σὺν τῶι διʼ αὐτοῦ χωρὶς καταβεβλημένωι β…λ… ἐρεβίνθου πγ πυροῦ Εχξα ἐρεβίνθου σϙα 𐅵 ιβ βωλοπύρου νζ …δε ὀλυρῶν Βυιε 𐅵 ὀλυροκρίθου σνδ 𐅵 κριθῆς Θσκ κριθῆς Θυιδ 𐅵 κριθοπύρου Δοε …τοδ μήκωνος γίνεται Ατϙη δ η σησάμου ψβ γ μήκωνος Αρξδ γ κδ γίνεται ἀπὸ Φαρμοῦθι ἕως Ἐπεὶφ ϛ πυροῦ Ϛτν 𐅵 καὶ ἃς ὑπὲρ Ἰσιδώρου προσδεχόμεθα πυροῦ ἀρτάβας ψ πυροῦ Ζν 𐅵 ἐρεβίνθου σϙα 𐅵 ιβ ὀλυρῶν Βϡοε 𐅵 ὀλυροκρίθου σνδ 𐅵 κριθῆς μυριάδες δ Θϡνδ προστιθεμένων δὲ ὧν προστιθέμεθα ὑπὲρ Λαβόιτος Πύθωνος κριθῆς Ετκγ 𐅵 δ γίνεται μυριάδες ε Εσοζ 𐅵 δ κριθοπύρου Δοε βωλοπύρου νζ σησάμου ψβ γ κρότωνος κε ϛ κνήκου ϛ 𐅵 μήκωνος Βϙ β κδ προστιθεμένης δὲ τῆς διʼ Ἁρενδώτου φξζ 𐅵 γίνεται μήκωνος Βχνη ϛ κδ καὶ ἐξ ἀπεικασμοῦ δὲ προστιθέμεθα ὃν δεῖ σε εἰσμετρῆσαι πυροῦ τπϛ ἐρεβίνθου ρνα 𐅵 κριθοπύρου ρη 𐅵 κριθῶν φξ λίνου Α ὀλυρῶν οθ καὶ ὃν αὐτὸς ἔφης προσεισάξειν μήκωνος ψκ χμβ γ σησάμου σϙζ β κριθῶν Γ καὶ παρὰ Κελεήσιος μήκωνος ν καὶ ὃ συνέταξε Ζήνων κριθῆς τ παρὰ Ἁρμοδίου ὑπὲρ Ἀντιπάτρου κριθῆς σκ παρὰ Πάσιτος κριθῆς χ γίνεται ἐξ ἀπεικασμῶν πυροῦ τπϛ ἐρεβίνθου ρνα 𐅵 κριθῶν Δχπ κριθοπύρου ρη 𐅵 λίνου Α ὀλυρῶν οθ μήκωνος χϙβ γ σησάμου σϙζ β τὸ πᾶν ἀπὸ Φαρμοῦθι ἕως Ἐπεὶφ ϛ σὺν ἀπεικασμῶι πυροῦ Ζυλϛ 𐅵 τούτων χωρὶς κεῖνται διὰ τὸ καθάρσεως δεῖσθαι Δχιγ ἀφʼ οὗ εἰς τὸν ἀπεικασμὸν ἀνθυφαιροῦμεν ἕως ἂν εἰσμετρηθῆι

---

Documentary Papyri, P.Lond. 7. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;7.
