# P.Lond. 7 2191.1.1-2191.3.27

Documentary Papyri, P.Lond. 7, 2191.1.1 to 2191.3.27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-lond-7/2191.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-lond-7/2191.1.1

ἔτους β Ἁθὺρ η· παρεχώρησεν Ταθῶτις ἑβδόμην μερίδα πάντων τῶν ὑπαρχόντων αὐτῆι ἐγγαίων καὶ ἐπίπλων καὶ ὧν ἂν προσεπικτήσηται καὶ τῆς Τέλωνος γῆς ἀρούρας 𐅵. βασιλεύοντος Πτολεμαίου θεοῦ Εὐεργέτου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν καὶ βασιλίσσης Κλεοπάτρας τῆς ἀδελφῆς καὶ βασιλίσσης Κλεοπάτρας τῆς γυναικὸς θεῶν Εὐεργετίδων ἔτους β, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεῶν Εὐεργετῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος, ἐφʼ ἱερέων καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι τῆς Θηβαίδος, μηνὸς Ἁθὺρ η, ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου. ὁμολογία, ἣν ἑκοῦσα καὶ συγχωρήσασα ἔθετο Ταθῶτις Φίβιος Περσίνη ὡς ἐτῶν ν ἐλάσσω μελίχρως πλατυπρόσωπος εὐθύριν μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ Πανοβχούνιος τοῦ Νεχούτου Πέρσου τῶν προσγράφων, καθʼ ἣν ὁμολογεῖ παρακεχωρηκέναι Κοβαετήσει Φαγώνιος τῆι ἑαυτῆς θυγατρὶ Περσίνῃ μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Πανοβχούνιος τοῦ Τοτοέους Πέρσου τῆς ἐπιγονῆς· ἀπὸ μὲν τῆς καλουμένης γῆς σιτοφόρου Τέλωνος ἀπὸ τοῦ ὑπάρχοντος αὐτῆι η μέρους ἀρούρας ἥμισυ , γείτονες τῆς ὅλης γῆς· νότου γῆ Πατσεοῦτος, βορρᾶ γῆ Νεχούτου τοῦ Βούχιος, ἀπηλιώτου ἀμπελὼν τῶν ὄχλων, λιβὸς διῶρυξ Πμοης· ἀπὸ δὲ τῶν ἄλλων ὑπαρχόντων αὐτῆι ἐγγαίων τε καὶ ἐπίπλων καὶ ὧν ἂν προσεπικτήσηται ἑβδόμην μερίδα ἐκτὸς τῆς δεδομένης αὐτῇ φερνῆς ὧν εἰσιν· ἀπὸ τῆς καλουμένης Ταριτεῦτος γῆς ἠπείρου σιτοφόρου ἐν Παθύρει ἀπὸ τοῦ ἐπιβάλλοντος αὐτῇ η μέρους ἑβδόμην μερίδα, γείτονες τῆς ὅλης γῆς· νότου γῆ Πατοῦτος τοῦ Παθώτου καὶ τῶν ἀδελφῶν, βορρᾶ γῆ Σιεπμοῦτος καὶ τῶν ἀδελφῶν, ἀπηλιώτου γῆ τῶν ἰβιοβοσκῶν καὶ Ἁρμώνθου, λιβὸς ὄρος· καὶ ἀπʼ ἄλλης σφραγῖδος καλουμένης Σεναμούνιος ἀπὸ τοῦ καθήκοντος αὐτῇ η μέρους τὴν ἑβδόμην μερίδα, γείτονες τῆς ὅλης γῆς· νότου γῆ Πατοῦτος τοῦ Φίβιος καὶ τῶν ἀδελφῶν, βορρᾶ γῆ Ψενθώτου τοῦ Καλέους καὶ τῶν ἀδελφῶν καὶ Πατοῦτος τοῦ Παθώτου καὶ τῶν ἀδελφῶν, ἀπηλιώτου περίχωμα, λιβὸς ὄρος· καὶ ἀπʼ ἄλλης σφραγῖδος Ζμίνιος τοῦ Ἁρσιήσιος ἀρουρῶν δ 𐅵 η λβ ἀπὸ τῆς αὐτῆς ὀγδόης μερίδος τὴν αὐτὴν ἑβδόμην μερίδα, καὶ ἀπʼ ἄλλης σφραγῖδος ὁμουρούσης ταύτῃ καλουμένης Σεναμούνιος καὶ Ζμίνιος, ὁμοίως ἀπὸ τῆς καθηκούσης αὐτῇ μερίδος τὴν αὐτὴν ἑβδόμην μερίδα, γείτονες τῶν δύο σφραγίδων· νότου γῆ χέρσος, βορρᾶ γῆ Νεχούτου τοῦ Ζμῖνος, ἀπηλιώτου ὁδός, λιβὸς ὄρος· καὶ ἀπʼ ἄλλης σφραγῖδος ἀρούρας α 𐅵 δ η

---

Documentary Papyri, P.Lond. 7. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.lond;7.
