# P.Louvre 1 4.1.1-4.2.42

Documentary Papyri, P.Louvre 1, 4.1.1 to 4.2.42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-louvre-1/4.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-louvre-1/4.1.1

ἐξ ὧν τελοῦμεν εἰς λόγον διοικήσεως ὑπὲρ μὲν ἐπιστατικοῦ ἱερέων δραχμὰς Εφ καὶ ὑπὲρ βωμῶν δύο τῶ… ὄντων ἐν Νείλου πόλει, ἑνὸς μὲν Εἴσιδος Νεφερσῆτος θεᾶς μεγίστης, ἑτέρου δὲ Εἴσιδος Νεφρέμμιδος θεᾶς μεγίστης δραχμὰς Βρ προσδιαγραφόμενα δραχμὰς ρλα ὀβολὸν ἡμιωβέλιον, γίνονται δραχμαὶ Βσλα ὀβολὸς ἡμιωβέλιον καὶ ὑπὲρ … δραχμὰς ξη προσδιαγραφόμενα δραχμὰς ϛ τετρώβολον ἡμιωβέλιον χαλκοῦς 2 γίνονται δραχμαὶ οδ τετρώβολον ἡμιωβέλιον χαλκοῖ 2 ὑποκειμένου κωμογραμματέως σὺν … … δραχμὰς ϙε, προσδιαγραφόμενα δραχμὰς ϛ ὀβολὸνγίνονται δραχμαὶ ρα ὀβολὸς καὶ ὑπὲρ τέλους θυιῶν ἐλαιουργίου Σοκνοπαίου Σοκνοπαίου Νήσου δραχμὰς ρμβ διώβολον προσδιαγραφόμενα δραχμὰς θ ὀβολὸν ἡμιωβέλιον γίνονται δραχμαὶ ρνα τριώβολον ἡμιωβέλιον καὶ ὑπὲρ προφητείας καὶ λεσωνείας καὶ θεαγείας Σοκνοπαίου καὶ Ἐνούπεως θεῶν Νείλου πόλεως δραχμὰς ξδ προσδιαγραφόμενα δραχμὰς δ γίνονται δραχμαὶ ξη προφήτῃ Σούχου θεοῦ μεγάλου … δραχμὰς τμδ γίνεται τάλαντον α δραχμαὶ Βυο τετρώβολον ἡμιωβέλιον χαλκοῖ 2· καὶ ὑπὲρ ὑποκειμένου ἐπιστρατηγίᾳ γναφέων Νείλου πόλεως … δραχμὰς σμ ζυγοστασίου κώμης Σοκνοπαίου Νήσου δραχμὰς κδ ταριχευτῶν κώμης ὁμοίως … δραχμὰς ιϛ λαχανοπωλῶν κώμης ὁμοίως … δραχμὰς ιβ γναφέων κώμης ὁμοίως … δραχμὰς ιϛ γίνονται δραχμαὶ τη προσδιαγραφόμενα δραχμὰς κ διώβολον χαλκοῦς 2, γίνονται δραχμαὶ τκη διώβολον χαλκοῖ 2· καὶ εἰς τὸν τῆς νομαρχίας λόγον ὑπὲρ τῶν προκειμένων ἁλιευτικῶν πλοίωνδραχμὰςχκε ὀβολὸν ἡμιωβέλιον δεκανικοῦ ὁμοίως τῶν αὐτῶν πλοίων δραχμὰς ξ καὶ ὑπὲρ ζυτηρᾶς Σοκνοπαίου Νήσου δραχμὰς σκ καὶ εἰς τιμὴν ὀθονίων βυσσίνων στολισμῶν τριῶν τῶν θεῶν μηνὶ Νέῳ Σεβαστῷ ζ δραχμὰς ρ μηνὶ Φαμενὼθ θ δραχμὰς ρ μηνὶ Ἐπεὶφ κϛ δραχμὰς ρ τιμῆς κύφεως καὶ ἄλλων δαπανῶν δραχμὰς φ τιμῆς κύφεως Ἁρποκράτου θεοῦ δραχμὰς ϙϛ γενεσίοις τῶν θεῶν Σεβαστῶν εἰς θυσίας καὶ ἐπιθύματα δραχμὰς μ τιμῆς μύρου καὶ ζμύρνης τῶν θεῶν ἡμερῶν τριῶν δραχμὰς ξ γίνονται δραχμαὶ Αϡα ὀβολὸς ἡμιωβέλιον γίνονται ἐπὶ τὸ αὐτὸ τοῦ ἀναλώματος τάλαντον α δραχμαὶ Δψ ἡμιωβέλιον λοιπαὶ λήμματος δραχμαὶ χλζ τετρώβολον χαλκοῖ 2 αἳ καὶ διαγραφόμεναι εἰς τὸν κυριακὸν λόγον ὑπὲρ ἐπικεφαλίου τῶν ὑπεραιρόντων ἱερέων.

---

Documentary Papyri, P.Louvre 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.louvre;1.
