# P.Louvre 1 46.FrB1.57-46.FrC2.104

Documentary Papyri, P.Louvre 1, 46.FrB1.57 to 46.FrC2.104. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-louvre-1/46.FrB1.57
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-louvre-1/46.FrB1.57

Παῦνι ὁμοίως ὁ αὐτὸς ἄλλας δραχμὰς ὀκτώ, γίνονται η· Ἐπεὶφ ὁμοίως ὁ αὐτὸς ἄλλας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· ἀριθμήσεως Μεσορὴ ὁ αὐτὸς ἄλλας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· β ἔτους Θὼθ ὁ αὐτὸς ὑπὲρ α ἔτους ἄλλας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· Φαῶφι ἄλλας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· Χοιὰκ ὁμοίως ὁ αὐτὸς ὑπὲρ α ἔτους δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· Τῦβι ὁ αὐτὸς ἄλλας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· Μεχεὶρ ὁμοίως ὁ αὐτὸς ἄλλας δραχμὰς ὀκτώ, γίνονται η· ἔτουςβΑὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐτυχοῦς Εὐσεβοῦς Σεβαστοῦ, ἀριθμήσεως Φαμενώθ· διέγραψε Μέλανι ἀπάτορι καὶ Ἀπύγχει Ἀπύγχεως καὶ μετόχοις πράκτορσι ἀργυρικῶν κώμης Σοκνοπαίου Νήσου Ὀννῶφρεις Ὡρίωνος ὑπὲρ λημμάτων τῆς κώμης τοῦ αὐτοῦ ἔτους δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· Φαρμοῦθι ἄλλας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· Παχὼν …· Παῦνι ἄλλας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· ἀριθμήσεως Μεσορὴ ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ· γ ἔτους Θὼθ ὁ αὐτὸς ὑπὲρ β ἔτους δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· ἔτους β Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐτυχοῦς Εὐσεβοῦς Σεβαστοῦ, ἀριθμήσεως Φαμενώθ· διέγραψε Μέλανι ἀπάτορι καὶ Ἀπύγχει Ἀπύγχεως καὶ μετόχοις πράκτορσι ἀργυρικῶν κώμης Σοκνοπαίου Νήσου Ἑριεὺς Καπίτωνος ὑπὲρ λημμάτων τῆς κώμης τοῦ αὐτοῦ ἔτους δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· Φαρμοῦθι δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ· Παχὼν ἄλλας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· Παῦνι ἄλλας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· Μεσορὴ ὁμοίως ἄλλας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· γ ἔτους Θὼθ ὁ αὐτὸς ὑπὲρ β ἔτους δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐτυχοῦς Εὐσεβοῦς Σεβαστοῦ, ἀριθμήσεως …· διέγραψεν Ὡρίωνι …α… καὶ μετόχοις πράκτορσι ἀργυρικῶν κώμης Σοκνοπαίου Νήσου Ὀννῶφρις Ὡρίωνος ὑπὲρ λημμάτων τῆς κώμης τοῦ αὐτοῦ ἔτους δραχμὰς εἴκοσι, γίνονται δραχμαὶ κ· καὶ ὁμοίως … ἄλλας δραχμὰς … Μεσορὴ ὁμοίως …

---

Documentary Papyri, P.Louvre 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.louvre;1.
