# P.Marm. Ro r.2.40-r.3.20

Documentary Papyri, P.Marm. Ro, r.2.40 to r.3.20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-marm-ro/r.2.40
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-marm-ro/r.2.40

καὶ ἐπὶ τόπου Πολιου γῆς ἀδάστου καὶ δεδασμένης τὸ ἐπιβάλλον αὐτῷ μέρος γείτονες ὅλου τοῦ ἀγροῦ νάπη καλουμένη Σκάφη ἀπηλιώτου νάπη καλουμένη Σ…ναρχ…αδη λιβὸς Λευκὴ νάπη ἐξ οὗ περιεγίνοντο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος κριθῆς μέδιμνοι η 𐅵 Παράμμων Ἔρωτος ἐπὶ τόπου …ου αὐλῆς … ἐν ᾗ οἶκοι ἐπίγειοι γ …ος γείτονες νότου γῆ σπορίμη Δυσ…ου Πισθαρᾶς βορρᾶ οι… βορρᾶ Χαιρεσιλάου …ια…λ ε… καὶ ἀναχ … ἐξ οὗ περιεγιν τῷ αϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος κ… ἄλλης αὐλῆς οὔσης ἀπὸ λιβὸς τοῦ ἀγροῦ ἐν ᾗ οἶκος συνπεπτωκὼς γείτονες νότου κληρονόμων Θινηρτος λιβὸς Ἀδιαντος βορρᾶ τοῦ αὐτοῦ Θινηρις ἀπηλιώτου κληρονόμων Μαξίμου ἐξ οὗ οὐθὲν περιεγίνετο λάκκου στεγνοῦ καλουμένου Θασονοφθις ὄντος ἀπὸ βορρᾶ ἀγροῦ τὰ ἐπιβάλλοντα αὐτῷ μέρη γείτονες νότου ἀπηλιώτου γῆ σπορίμη Χαλιου βορρᾶ γῆ σπορίμη ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος τιμῆς ὑδάτων δηνάρια β ἄλλου λάκκου καλουμένου Καμείνου τὸ ἐπιβάλλον αὐτῷ μέρος γείτονες ἐκ τεττάρων ἀνέμων τραχὼν ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους τιμῆς ὑδάτων δηνάρια η κήπου ὄντος πρὸς τῇ αὐλῇ ρ ἀρούρας 𐅵 γείτονες νότου λάκκος βορρᾶ νάπη ἀπηλιώτου Εὐ… Χαιρεσιλάου λιβὸς κληρονόμων Εισειτ ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους τιμῆς ὑδάτων δηνάρια … γῆς ἀδάστου καὶ δεδασμένης τὸ ἐπιβάλλον αὐτῷ μέρος γείτονες νότου καὶ λιβὸς συνορία τόπων Καφφαδάρεως καὶ Καμείνου ἀπηλιώτου συνορία τόπος Μαγδαλίς βορρᾶ Λευκὴ νάπη ἐξ οὗ περιεγίνοντο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος κριθῆς μέδιμνοι θ ἀγωγῆς μέρος δ γείτονες νότου καὶ λιβὸς γῆς σπορίμης καὶ τραχὼν ἐξ οὗ περιεγίνοντο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος κριθῆς μέδιμνοι ε καὶ ἐν τῇ Λευκῇ νάπῃ σπορίμης καὶ ἀγρίας ἀδάστου καὶ δεδασμένης ἀπὸ νότου νάπη καλουμένη Σκάφης ὡς ὁρίζει ἡ ὁδὸς ἡ φέρουσα τὸ ἐπιβάλλον αὐτῷ μέρος γείτονες νότου συνορία τόπου Σαλατα λιβὸς συνορία τόπου Θανικλιθθις ἀπηλιώτου συνορία τόπων Θυλια καὶ Μαγδαλὶς ἐξ οὗ περιεγίνοντο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος κριθῆς μέδιμνοι η 𐅵 καὶ ἐπὶ τόπου Καφφαδάρεως περίβολος σπόριμος περιτετειχισμένος ὡς σπεῖραι κριθῆς μεδιμν … γείτονες νότου βουνὸς βορρᾶ ὁδὸς δημοσία καὶ γῆ σπορίμη ὡς ἡ ὁδὸς φέρει πρὸς … βουνὸς καὶ τραχὼν λιβὸς περίβολος ἐξ οὗ περιεγίνοντο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος κριθῆς μέδιμνοι θ

---

Documentary Papyri, P.Marm. Ro. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.marm.
