# P.Marm. Ro r.4.34-r.5.14

Documentary Papyri, P.Marm. Ro, r.4.34 to r.5.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-marm-ro/r.4.34
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-marm-ro/r.4.34

γείτονες νότου Ἀμμωνίου Λευκίππου βορρᾶ Μαζοῦσις ἀπηλιώτου χωρίον καλούμενον Εὐμήλου λιβὸς χωρίον σπόριμον ἐξ οὗ περιεγίνοντο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος … μέδιμνοι η καὶ τοῦ Ἀμμων… ἐπὶ τόπου Φοίνικος ἐν τῷ ἀπὸ νότου Ἀμμωνίου Λευκίππου τὰ κοιτασθέντα ἀρουρῶν ιβ δ η ιϛ ξδ μέρος ιϛ ἀρούρας 𐅸 η γείτονες καὶ ἡ πρόσοδος ἐπάνω παράκειται ἄλλο Κλάριον αν…ρα ἐπʼ ὀνόματος Ἀμμωνίου ἄρουραι η 𐅸 πλείω ἢ ἐλάσσω ἄρουραι β ιϛ γείτονες καὶ ἡ πρόσοδος ἐπάνω πρόκειται Σεπτουμιακῆς ὁμοίως τὰ κοιτασθέντα τῷ β… ἔτει ἀπὸ διαλογισμοῦ εἰδῶν ἐδηλωθ ἐπὶ ὑπαρχόντων ἐπικ ὑπὸ Ἀρίμμαντος Μεττιχίωνος ἐξ ἀλύτου διαθήκης τοῦ πατρὸς αὐτοῦ Μιττεχίωνος ἑξῆς τῆς προκειμένης κρίσεως του… ἡ πρόσοδος κατεχέσθω Ἀρίμμαντος Μεττιχίωνος ἐπὶ τόπου …κιωνος ἀμπελῶνος φορίμου ἄρουραι γ δ η ιϛ λβ γείτονες … καὶ τοῖχος καὶ ἐπί τι Ῥαπαυτος γείτονες ἐκ γ ἀνέμων χέρσος καὶ τραχὼν λιβὸς Ἀρίμμαντος Μολγαίου ἐπί τι Ἀριστ… Ῥαπαυτος καὶ ἐπί τι Αρπαλιου κα… ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμι … ἰδίῳ λόγῳ εν…σμεν τοῦ Ἰσαμὰν καὶ Τιμαγένην ἀντικαθεστάσθαι πρὸς Παράμμωνα Τιμαγένους περὶ τοῦ πρὸς πατρὸς ζητήσεως οὔσης περὶ ὑπαρχόντων καὶ ἄλλων τῷ πατρὶ τῶν περὶ τὸν Ἰσαμὰν ἀπὸ κληρονομίας τοῦ πατρὸς αὐτοῦ δηλωθέντος ἐπικρατεῖσθαι ἐξ ἀλύτου διαθήκης τῷ ι ἔτει. ἐπεγράφη· αἱ πρόσοδοι κατεχέσθων ὥς με διδάξωσιν ἐνθάδε τίθεται ἐν Μοχχύρει περιβόλου ὄντος ἀπὸ λιβὸς Κολλούθου περιωμιασμένου γείτονες νότου τραχὼν ἀπηλιώτου ἀγρὸς Κολλούθου ἐξ οὗ περιεγίνοντο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος κριθῆς μέδιμνοι ε τιμῆς ὑδάτων δηνάρια ιβ καὶ ἐδήλωσεν ἐωνῆσθαι κατὰ ἀρραβωνικὸν τῷ ιγ ἔτει θεοῦ Αἰλίου Ἀντωνείου καὶ θεοῦ Αἰλίου Οὐήρου παρὰ τοῦ ἀδελφοῦ αὑτοῦ Διονυσίου ἐν ἀγρῷ καλουμένῳ Κολλούθου αὐλῆς καὶ οἴκων μέρος ἥμισυ καὶ πρὸς τῇ αὐλῇ πρασιᾶς μέρος ἥμισυ καὶ φρέατος καὶ λάκκου ἀπὸ νότου τῶν οἴκων καὶ ἄλλου ἡμιορύκτου μέρος λιβὸς τοῦ ἀγροῦ γείτονες νότου καὶ λιβὸς Κόρδου βορρᾶ ἀγρὸς ἀμπελικὸς κληρονόμων Ἀμμωνίας Ἀπολλῶτος ἀπηλιώτου τραχὼν ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια δ, τιμῆς ὑδάτων δηνάρια ι, ἐνοικίου δηνάρια β καὶ τὰ πρώτως κοιτασθέντα πρὸς ἐπίσκεψιν κθ ἔτους ἐκ τῶν μεταδοθέντων ἀπὸ διαλογισμοῦ εἰδῶν καθὼς ἐπάνω δεδήλωται Φιλάμμωνος Σαραπίωνος γενομένου συναλλαγματογράφου καὶ μὴ καταχωρίσαντος τοὺς συνήθεις λόγους τοῦ μονογραφίου ἐν Σιχχιεν χωρίῳ

---

Documentary Papyri, P.Marm. Ro. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.marm.
