# P.Marm. Ro r.5.15-37

Documentary Papyri, P.Marm. Ro, r.5.15 to r.5.37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-marm-ro/r.5.15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-marm-ro/r.5.15

λεγομένῳ Κόθθοντος τοῦ καὶ Βωξύλου εἰς τὸ ἀπὸ λιβὸς καὶ εὔρου τοῦ χωρίου ἀμπελικαὶ ἄρουραι ζ οὖσαι χέρσος γείτονες νότου τοῖχος βορρᾶ τοῖχος μεθʼ ὃν οἴκημα λιβὸς ὠμία καὶ μεσαγωτος τοῦ χωρίου ἀπηλιώτου κληρονόμων Ἰσάμου Ἀμμωνίου καὶ ἄλλων ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος απονο δηνάρια κ καὶ ἐπὶ τόπου Ἐξακῶνος πρὸς Μοχχύρει ἄρουραι β 𐅵 ἐκ μέρους χέρσος γείτονες νότου τραχὼν βορρᾶ ὁ ἐπάνω ἀπηλιώτου ῥεῖθρον νάπης λιβὸς ὠμία καὶ κεραμεῖον ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια γ 𐅵 κριθῆς μέδιμνοι ϛ τοῦ αὐτοῦ περιβόλου περιτετειχισμένου ἐν ᾧ λάκκος Σαθρουθιον γείτονες νότου βορρᾷ οἰκόπεδα ἀπηλιώτου τραχὼν λιβὸς Πισθᾶρτος ἐξ οὗ περιεγίνοντο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος κριθῆς μέδιμνοι β τοῦ αὐτοῦ κεραμεῖον συνπεπτωκὸς γείτονες νότου Πισθᾶρτος λιβὸς τραχὼν καὶ χωρίον ἀμπελικὸν καὶ ὁ προκείμενος περίβολος χέρσου ἐξ οὗ οὐθὲν περιεγίνετο Βασσάχεως ὁμοίως Ἰθαννυρου Ἰθαννυρου αἰτιασαμένου Γόζοντα Γόζοντος περὶ ὑποθηκιμαίων ὑπαρχόντων ἐν παρατομῇ Λευκοκαμεινειτῶν τῆς καὶ …ασ…θειτων ἐν νάπῃ Μονχου ἀμπελῶνος πρασιαὶ σύμφυτοι γ καὶ ὁλόκληρος χέρσος ὡς ἄρουραι β 𐅵 γείτονες νότου …υ ἀδελφοῦ βορρᾶ Γόζοντος λιβὸς πλευρὰ νάπης ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος απονο δηνάρια ϛ οἴνου κεράμια β καὶ ἐν νάπῃ Σιλιβου… πρασιαὶ ἄμπελοι ἄρουρα α γείτονες νότου …θαλατος ἀδελφοῦ βορρᾶ Ἀμμωνίου ἀπηλιώτου τοῖχος καὶ εἰσαγωγαὶ ὑδάτων ἐξ οὗ περιεγίν τῷ ιϛ ἔτει ἕως κ ἔτους … Νουμηνίου Ἀμμωνίου γενομένου πράκτορος δηλωθέντος ἀνηρπάσθαι ἐν παρατομῇ Ἀρνιαψῶν ἐπὶ τόπου Νουμηνίου αὐλῆς καὶ οἴκων καὶ κεραμείου καὶ λάκκου γείτονες ἐκ τριῶν ἀνέμων τραχὼν ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος τιμῆς ὑδάτων δηνάρια ε Γαλλίου Ἡγησινίκου καὶ Λουκίας ἀδελφῆς πεμψαμένου Δημητροῦτι ἀντιδίκῳ ὡς οὐ δεόντως ἐπικρατεῖν ὑπαρχόντων τοῦ πατρὸς αὐτοῦ ὑποθεμένου αὐτοῖς τοῦ κληρονόμου Μουσαίου καὶ Ἀντειπᾶ ἠξίου πεμφθῆναι ὑπεγράφη οἱ ἐνφερόμενοι ἐντὸς μηνῶν γ πεμφθέντων τῶν προσόδων κατεχομένων ἔστι δέ·

---

Documentary Papyri, P.Marm. Ro. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.marm.
