# P.Marm. Ro r.5.38-r.6.12

Documentary Papyri, P.Marm. Ro, r.5.38 to r.6.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-marm-ro/r.5.38
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-marm-ro/r.5.38

τῶν κληρονόμων Δημητροῦτος ἐν παρατομῇ Ἀρνιαψῶν ἐν χωρίῳ Κουκῶνος ἀπὸ ἀρουρῶν β 𐅵 μέρος ἥμισυ καὶ εἰσι πρὸς βορρᾶν ἐν τῷ ἀπὸ λιβὸς μέρει τοῦ χωρίου οὖσαι ἄρουραι β η ιϛ πλείω ἢ ἐλάσσω ὧν γείτονες νότου χωρίον καὶ εἰσαγωγαὶ ὑδάτων λιβὸς τοῖχος μεθʼ ὃν τραχὼν ἀπηλιώτου τὸ χωρίον μεθʼ ὃν ῥάχος ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια ια καὶ ἀπὸ τῶν ἐν τῷ ὄρει ἐν νάπῃ πρασιῶν γ χέρσων ὧν γείτονες ὄρος βορρᾶ τραχὼν ἀπηλιώτου πλευρὰ νάπης καὶ εἰσαγωγαὶ ὑδάτων ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος κριθῆς μέδιμνος α καὶ ἐν τῷ ἀπὸ νότου μέρει τοῦ χωρίου περιβόλου μέρος 𐅵 ὡς ἄρουραι β ὧν γείτονες νότου τραχὼν καὶ λιβὸς ὁμοίως τὸ χωρίον ἀπηλιώτου ὁμοίως λιβὸς ὠμία ἐξ οὗ περιεγίνοντο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος κριθῆς μέδιμνοι ε καὶ ἐπὶ τόπου Βαίου οἰκία καὶ αὐλὴ συμπεπτωκυῖαι γείτονες ἐκ τετ…αγ…ρων ἐξ οὗ οὐθὲν περιεγίνετο καὶ ἐπὶ τόπου Μεταθθονα λάκκου ἐνύδρου ἐπικαλουμένου Ἀπολλωνοῦτος μέρος γείτονες νότου ὑδρεύματα καὶ ἡ κώμη ἀπηλιώτου τραχὼν βορρᾶ ἑτέρων λάκκος ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους τιμῆς ὑδάτων δηνάρια α … Σαραπίωνος Σαραπίωνος ἐν παρατομῇ Ἀρνιαψῶν ἐν χωρίῳ λεγομένῳ Σαραπίωνος ἐκ βορρᾶ τόπου τοῦ Παλαιοῦ χωρίου ἐν τῷ ἀπὸ λιβὸς καὶ βορρᾶ πρασιᾶς α ἐπιγωνίας μέρος ἥμισυ ὃ ἐωνήσατο παρὰ Λουκίου καὶ Ἀπολλωναρίου ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια δ καὶ ἐν τῷ αὐτῷ χωρίῳ εἰς τὸ ἀπὸ λιβὸς μέρος πρασιᾶς συμφύτου μέρος τὸ ἀπὸ βορρᾶ μέρος παρὰ τοίχει ὃ ἐδήλωσεν ἐωνῆσθαι τῷ ιη ἔτει Παῦνι λ παρὰ Λουκίας Ἀμμωνίας οὗ γείτονες νότου τοῦ μὲν ἑνὸς κοιταρίου ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια β καὶ ἐν τῷ ἀπὸ νότου καὶ εὔρου παρανάπης χέρσου ἐζευγματισμένης καὶ ἐν τῷ ἀπὸ νότου παρανάπης περιβόλου χέρσου ἀπὸ μερῶν ζ μέρη β ἃ ἐωνήσατο σὺν τῷ ἀδελφῷ ἐξ οὗ περιεγίνοντο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος κριθῆς μέδιμνοι β καὶ ἐπὶ τόπου Παχυλλα συκῶνος τὸ ἐπιβάλλον αὐτῷ μέρος γείτονες νότου ἀπηλιώτου οἰκόπεδα βορρᾶ τραχὼν λιβὸς οἰκόπεδα ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος σύκων μέδιμνος α 𐅵

---

Documentary Papyri, P.Marm. Ro. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.marm.
