# P.Marm. Ro r.6.13-37

Documentary Papyri, P.Marm. Ro, r.6.13 to r.6.37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-marm-ro/r.6.13
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-marm-ro/r.6.13

καὶ λάκκου ἐνύδρου τὸ ἐπιβάλλον αὐτῷ μέρος γείτονες ἐκ τριῶν ἀνέμων τραχὼν ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος τιμῆς ὑδάτων δηνάρια ε καὶ τοῦ ἀπὸ βορρᾶ τοῦ λάκκου παραδείσου μέρος γείτονες νότου τραχὼν καὶ οἰκόπεδα Δημητρίας Σαραπιάδος ἀπηλιώτου ὑδραγωγὸς ὧν γείτονες λιβὸς τοῖχος ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος φόρου δηνάρια β Κοπρῆτος Ἀπολλωνίου ἐν παρατομῇ Χαράδων ἐν χωρίῳ λεγομένῳ Ἀγωγῇ ἐν β τομαῖς ἐκ τῆς πρασιᾶς τῆς οὔσης ἀπὸ βορρᾶ πρὸς τῷ τοίχει οὗ γείτονες νότου Λουκίου Οὐαλερίου παρὰ τῷ πρὸς βορρᾶ τοίχει ἀπηλιώτου λιβὸς Παράμμωνος Ἀπόλλωνος ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια δ καὶ ἐν τῷ αὐτῷ τόπῳ πρὸς τῷ τοίχει συκῶνος φορίμου ἄρουρα α πλείω ἢ ἐλάσσω γείτονες νότου τοῖχος βορρᾶ Ἰουλίου Οὐαλερίου ἀπηλιώτου ὁ αὐτὸς λιβὸς Οὐαλερίου Φιλοκάλου ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια ϛ περὶ ἀρουρῶν ε 𐅵 κοινῶν καὶ ἀδιαιρέτων ἐξ ἀντικαταστάσεως Οὐαλερίου Γαιανοῦ πρὸς Καικίλιον Οὐαλεριανὸν περὶ ἀρουρῶν β 𐅵 κατὰ Φασουνγαντος Φείσαντος ἄρουρα α κατὰ πίστιν καταγεγραμμένον περὶ ὧν ὑπεγράφη οἱ ἐνφερόμενοι ἐντὸς μηνῶν β πεμφθέντων ἢ αἱ πρόσοδοι κατασχεθέντων ἔστι δὲ· ἐν παρατομῇ Λευκοκαμεινειτῶν τῆς καὶ Καχχαβειβειτῶν ἀγροῦ λεγομένου Μορέας ἀπὸ ἀρουρῶν ε 𐅵 καὶ ἐδηλωθ πεπρᾶσθαι ἄρουραι γ 𐅵 γείτονες νότου τοῖχος λιβὸς τοῖχος καὶ εἰσαγωγαὶ ὑδάτων ἀπηλιώτου Οὐαλερίας Φλαμμιδος ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια ιβ Γαίου Ἰουλίου Καπίτωνος ἕνεκα καταχωρισμοῦ ᾑρημένου καὶ ἄλλων ἐν Βασσαχιεῖ παρατομῇ Καθθειτῶν ἐν χωρίῳ λεγομένῳ Ἰοββαχ τὸ ἐπιβάλλον αὐτῷ μέρος ἄρουρα α 𐅵 γείτονες ἐκ τριῶν ἀνέμων Φιλάμμωνος Ἀμμωνᾶτος ἀπηλιώτου Ἀννιανοῦ Βάσσου ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια θ καὶ τὰ πρώτως τῷ ιγ ἔτει σημανθέντα Καικιλίας Πώλλης καὶ Καικιλίου Διονυσίου ἐν παρατομῇ Χαράδων νάπη Θασῶφθις χωρίου καλουμένου Μολγαιου ἀναγραφομένου διὰ χέρσου ἀρουρ … σὺν τοῖς συγκύρουσι ῥεύμασι καὶ πᾶσι χρηστηρίοις ἔξωθεν χέρσων οὖσιν γείτονες λιβὸς ἀπηλιώτου τραχὼν καὶ εἰσαγωγαὶ ὑδάτων νότου τραχὼν βορρᾶ …λαχεως Ὑραθθεως καὶ ἑτέρων μετόχων ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια λ Γαρεάθεως λιβυκοῦ μέρους Αριθανατος Βουδίωνος ἐν παρατομῇ Ἀνχαίων ἀπὸ μετοχῆς Λουκρητίου Κλήμεντος

---

Documentary Papyri, P.Marm. Ro. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.marm.
