# P.Meyer 20

Documentary Papyri, P.Meyer, P.Meyer 20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-meyer/20
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-meyer/20

Ἀθηνόδωρος Σελβείνᾳ τῇ ἀδελφῇ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρʼ οἷς ἐπιξενοῦμαι θεοῖς. γιγνώσκειν σε θέλω ὅτι ἐν τῷ Ἀρσινοείτῃ πράσσω καὶ ἐν τῷ Ἡρακλεοπολείτῃ καὶ ἐν ἄλλοις νομοῖς μετὰ Ἀρείου δεκαδάρχου. ἀπὸ Τμέτν… τοῦ Λυκοπολείτου νομοῦ ἐστιν. τὰ οὖν κτήνη αὐτοῦ παρὰ σοί ἐστιν ἐν Ἀντινόου, καὶ μέλλει πρὸς ἡμᾶς ἔρχεσθαι. ἐξέτασον τὴν γυναῖκα Ὡρίωνος τοῦ συστρατιώτου καὶ ἀναζήτει σοι αὐτὴν, ἵνα μοι διὰ αὐτῆς δηλώσῃς. ἔπεμψά σοι διὰ Διοσκόρου συνστρατιώτου Διοπολείτου ἀναφερομένου σὺν ἡμῖν εἰς τὸ ὀφφίκιον καὶ μέλλοντος πρᾶξαι ἐν Ἑρμοῦ πόλει δηνάρια τριάκοντα , γίνονται δραχμαὶ ρκ. κομισαμένη οὖν αὐτὰ δήλωσόν μοι, εἰ ἐκομίσω. ἐὰν εἰσέλθῃ ὕδωρ εἰς τὴν διώρυγα. μέλλω σοι ἀεὶ γράφειν καὶ ποιεῖν σοι δαπάνην. συνπεριφέρου τῷ καιρῷ ἕως σε καταλάβω. ἐργαζέσθω Λουκιᾶς καὶ ζώτω ἐκ τοῦ μισθαρίου αὐτῆς. βλέπετε καὶ ὑμεῖς τὸν καιρόν. μὴ στρηνιάτω Λουκιᾶς, ἀλλὰ ἐργαζέσθω. ἀνάβαλε τὸν ἄλλον χιτῶνα καὶ πώλησον, καὶ ὁμοίως τοὺς ἄλλους τρεῖς πώλησον καί, ἐὰν παραβραδύνω μὴ πέμψας σοι, …ν, ἢν εὑρῇς. μὴ ἀμελήσῃς δηλῶσαί μοι, εἰ ἐκομίσω τὰ δηνάρια τριάκοντα , … δηλώσῃς, οὐκ…ι … σοι πέμψαι· ἐὰν εὑρῶ, πάλιν … πέμπω σοι. ἀσπάζομαι πολλὰ Ἀντωνίαν. πρόσεχε αὐτῇ ἕως παραγένωμαι. δήλωσον τῇ μητρί μου πῶς δεῖπνον ἐποίει μοι Σίρττι. δίδωμι αὐτῇ πόκον Ἑριέως καὶ διὰ τοῦτό σοι οὐκ ἔπεμψα. χαλκὸν αὐτῷ οὐκ ἔδωκα τοῦ πόκου τῶν ἐριδίων. ἀσπάζομαι Λουκιᾶν καὶ τὴν γυναῖκα Παυλείνου σὺν τέκνοις. μὴ ἀμελήσῃς δηλῶσαί μοι περὶ τῆς σωτηρίας ὑμῶν· μὴ ἀγωνιᾶτε περὶ ἐμοῦ. πράσσει σὺν ἡμῖν Τίττος ὁ ἱππεύς. τὰ χάλκινα, ἃ ἔπεμψά σοι διὰ Σίρτ ναυτικοῦ, αὐτοῦ ἐστιν. δὸς οὖν τῇ γυναικὶ αὐτοῦ αὐτὰ καὶ τὸν χαλκοῦν ξέστην. μίαν σου ἐπιστολὴν ἐκομισάμην μόνην. εἰπὲ τῇ ἱερίσσῃ τοῦ ἱεροῦ τῶν Ἑρμωνθιτῶν, ἵνα ἐκεῖ πέμπω τὰς ἐπιστολάς, ἐπεὶ εὐσήμαντά ἐστιν. δήλωσόν μοι οὖν, εἰ ἐνετείλω αὐτῇ, ἵνα σοι ἐκεῖ πέμψω τὰς ἐπιστολάς. πέμψον μοι εἰς τὸ ὀφφίκιον ἐπιστόλιον Μέμνονι καὶ Μέμνων μοι διαπέμπεται. ἀσπάζομαι τὸν σταθμοῦχον σὺν τέκνοις. ἐρρῶσθαι εὔχομαι. ἀπόδος εἰς Ἀντινόου Σελβεινᾶτι παρὰ Ἀθηνοδώρου στρατιώτου. σημασία· ἀπὸ βορρᾶ τοῦ ἱεροῦ τῶν Ἑρμωνθειτῶν ἀντικρὺ τοῦ …πωλίου εἴσω εἰς τὸ ῥύμιον.

---

Documentary Papyri, P.Meyer. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.meyer.
