# P.Mich. 10 584.r.1-25

Documentary Papyri, P.Mich. 10, 584.r.1 to 584.r.25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-10/584.r.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-10/584.r.1

ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ μηνὸς Μεσορὴ ἐννεακαιδεκάτῃ ἐν Βακχιάδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦσιν ἀλλήλοις Ἑρμᾶς Πτολεμαίου ὡς ἐτῶν τεσσαράκοντα ἐννέα οὐλὴ μετώπῳ μέσωι καὶ Πετεσοῦχος Πετοσίριος ὡς ἐτῶν ἑξήκοντα δύο οὐλὴ γόνατι δεξιῶι καὶ Ὧρος Κατοίτου ὡς ἐτῶν ἑβδομήκοντα ὀκτὼ οὐλὴ ἀντίχειρι δεξιῷ καὶ Ἁτρῆς Κατοίτου ὡς ἐτῶν πεντήκοντα πέντε οὐλὴ μετώπῳ μέσωι, οἱ τέσσαρες , διειρῆσθαι πρὸς ἑαυτοὺς ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσαν αὐτοῖς ἐν τῇ προγεγραμμένῃ κώμῃ οἰκίαν καὶ αὐλὴν συμπεπτωκυῖαν καὶ τὰ συνκύροντα πάντα, ὧν γείτονες νότου εἴσοδος καὶ ἔξοδος κοινή, βορρᾶ ὁμοίως ἑτέρα εἴσοδος καὶ ἔξοδος κοινή, λιβὸς Μεγχείους τοῦ Κατοίτου καὶ τῶν ἀδελφῶν οἰκία, ἀπηλιώτου Ὥρου τοῦ Κατοίτου καὶ τῶν ἀδελφῶν οἰκία, ἀφʼ ὧν ἐστιν τοῦ μὲν Ἑρμᾶ ἀγοραστὸν τρίτον ἔνατον μέρος τῆς ὅλης οἰκίας καὶ αὐλῆς, καὶ τοῦ Πετεσούχου καὶ Ὥρου κοινῶς πατρικὸν τρίτον μέρος, καὶ τοῦ Ἁτρείους κατὰ τὸ λοιπὸν ἕκτον ὀκτωκαιδέκατον μέρος, καὶ ἐξ ἧς πεποίηνται πρὸς ἑαυτοὺς ἐξ εὐδοκούντων ἐκ κλήρου διαιρέσεως κεκληρῶσθαι τὸν μὲν Ἑρμᾶν εἰς τὸ ἐπιβάλλον αὐτῶι τρίτον ἔνατον μέρος, τὸ μὲν τρίτον μέρος κατὰ μέσον νότον ἐπὶ βορρᾶ πήχεις δεκαεπτά , λιβὸς ἐπʼ ἀπηλιώτην ἐκ μὲν τοῦ πρὸς νότον μέρους πήχεις πέντε τρίτον , ἐκ δὲ τοῦ πρὸς βορρᾶ μέρους πήχεις ἕξ , τὸ δὲ λοιπὸν αὐτοῦ ἔνατον μέρος κοινὸν καὶ ἀδιαίρετον πρὸς τὸ τοῦ Ἁτρείους καθὼς ὑποτέτακται ἕκτον ὀκτωκαιδέκατον μέρος, τὸν δὲ Πετεσοῦχον καὶ Ὧρον ὁμοίως τοὺς δύο κοινῶς κεκληρῶσθαι εἰς τὸ καὶ αὐτοῖς ἐπιβάλλον τρίτον μέρος τῆς αὐτῆς οἰκίας καὶ αὐλῆς ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους διατεῖνον νότον ἐπὶ βορρᾶ διʼ ὅλων τῶν τόπων, νότον ἐπὶ βορρᾶ πήχεις δεκαεπτά , λιβὸς ἐπʼ ἀπηλιώτην ἐκ μὲν τοῦ πρὸς νότον μέρους πήχεις πέντε τρίτον , ἐκ δὲ τοῦ πρὸς βορρᾶ μέρους πήχεις ἕξ , τὸν δὲ Ἁτρῆν καὶ αὐτὸν κεκληρῶσθαι εἰς τὸ καὶ αὐτῷ ἐπιβάλλον ἕκτον ὀκτωκαιδέκατον μέρος κοινὸν καὶ ἀδιαίρετον πρὸς τὸ τοῦ προγεγραμμένου Ἑρμᾶ ὡς πρόκειται ἔνατον μέρος, ἐκ τοῦ πρὸς λίβα μέρους νότον ἐπὶ βορρᾶ πήχεις δεκαεπτά , λιβὸς ἐπʼ ἀπηλιώτην ἐκ μὲν τοῦ πρὸς νότον μέρους πήχεις πέντε τρίτον , ἐκ δὲ τοῦ πρὸς βορρᾶ μέρους πήχεις ἕξ . ἕκαστον δὲ τῶν προγεγραμμένων κρατεῖν καὶ κυριεύειν ὧν κεκλήρωται τόπων σὺν τοῖς ἐν ἑκάστοις φορτίοις πᾶσι καὶ καθαιροῦντας

---

Documentary Papyri, P.Mich. 10. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;10.
