# P.Mich. 10 584.r.26-45

Documentary Papyri, P.Mich. 10, 584.r.26 to 584.r.45. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-10/584.r.26
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-10/584.r.26

καὶ ἀνοικοδομοῦντας καὶ ἐπισκευάζοντας καὶ συντελοῦντας ἐν αὐτοῖς ἃ ἐὰν βούλωνται καὶ ἐνοικοῦντας καὶ ἐνοικίζοντας καὶ τὰ ἐνοίκια ἀποφερομένους καὶ πωλοῦντας καὶ ὑποτιθέντας καὶ οἰκονομοῦντας περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἀπαραποδίστως. ἐνμενέτωσαν οὖν οἱ ὁμολογοῦντες καὶ ἑκάτερος αὐτῶν καὶ οἱ παρʼ αὐτῶν καὶ οἱ μεταλημψόμενοι ἐν τοῖς κατὰ τήνδε τὴν διαίρεσιν ταύτην σημαινομένοις, καὶ μὴ ἐξέστω τ… διʼ αὐτῆς …ῆσθαι, ἐὰν δέ τις αὐτῶν μὴ ἐμμείνῃ, ἀποτισάτω ὁ παραβὰς αὐτῶν τῷ ἐνμένοντι τά τε βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας χωρὶς τοῦ καὶ τὰ διωμολογημένα μένειν κύρια. ὑπογραφεῖς τῶν περὶ τὸν Πετεσοῦχον Ἥρων Διονυσοδώρου ἐτῶν λϛ ἄσημος τοῦ δὲ Ἁτρείους Ἀπολ Μέλανος ἐτῶν νη οὐλὴ ἀντικνημίῳ, ὁ δὲ Ἑρμᾶς ἰδίᾳ γράφων. Ἑρμᾶς Πτολεμαίου ὁμολογῶ ἀνενηνοχέναι πρὸς Πετεσοῦχον Πετσῖρις καὶ Ὧρον Κατοίτου καὶ Ἁτρῆν Κατοίτου τὴν διαίρεσιν τῆς οἰκίας καὶ αὐλῆς καὶ κεκληρῶσθαὶ με εἰς τὸ ἐπιβάλλον μοι τρίτον μέρος κατὰ μέσον διατεῖνον νότον ἐπὶ βορρᾶ πήχεις δεκαεπτά , λίβα ἐπʼ ἀπηλιώτην ἐκ μὲν τοῦ πρὸς νότου μέρους πήχεις πέντε τρίτον , ἐκ δὲ τοῦ πρὸς βορρᾶ μέρους πήχεις ἕξ , καὶ ἔνατον μέρος κοινὸν καὶ ἀδιαίρετον πρὸς τὸ Ἁτρείους μέρος σὺν τοῖς ἐν τούτοις φορτίοις πᾶσι καὶ ἕκαστα ποιήσω καθὼς πρόκιται. Πετεσοῦχος Πετσίρεως καὶ Ὧρος Κατοίτου ὁμολογοῦμεν ἀνενηνοχέναι πρὸς Ἑρμᾶν Πτολεμαίου καὶ Ἁτρῆν Κατοίτου τὴν διαίρεσιν τῆς οἰκίας καὶ αὐλῆς καὶ κεκληρῶσθαι ἡμᾶς κοινῶς εἰς τὸ ἐπιβάλλον ἡμῖν τρίτον μέρος ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους διατεῖνον νότον ἐπὶ βορρᾶ διʼ ὅλων τῶν τόπων, νότον ἐπὶ βορρᾶ πήχεις δεκαεπτά , λιβὸς ἐπʼ ἀπηλιώτην ἐκ μὲν τοῦ πρὸς νότον μέρους πήχεις πέντε τρίτον , ἐκ δὲ τοῦ πρὸς βορρᾶ μέρους πήχεις ἕξ , σὺν τοῖς ἐν τούτοις φορτίοις πᾶσι καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Ἥρων Διονυσοδώρου διὰ τὸ μὴ εἰδέναι γράμματα.

---

Documentary Papyri, P.Mich. 10. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;10.
