# P.Mich. 11 620.r.3.56-620.r.4.98

Documentary Papyri, P.Mich. 11, 620.r.3.56 to 620.r.4.98. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-11/620.r.3.56
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-11/620.r.3.56

α κέλλα πρότερον ὑπὸ Παῆσιν θυρουρόν, νυνὶ δὲ ὑπὸ Ὡρίωνα υἱόν, χωρὶς παντός β κέλλα ἐκ νότου τοῦ ἐποικίου σκοτινὴ οὖσα, ἀργή γ κέλλα ὑπὸ Ἀϊῶνα, ἐνοικίου δραχμῶν κ ἐργατῶν ιβ δελφακίου 𐅵 δ κέλλα πρότερον οὖσα ἀργή, νυνὶ δὲ ὑπὸ Διόδωρον, ἐνοικίου δραχμῶν κ ἐργατῶν ιβ δελφακίου 𐅵 ε κέλλα ὑπὸ ἐνοικίου δραχμῶν κ ἐργατῶν ιβ δελφακίου 𐅵 ϛ κέλλα ὑπὸ προστάτην, ἐνοικίου δραχμῶν κ δελφακίου 𐅵 χωρὶς ἐργατῶν ζ κέλλα ὑπὸ ἐνοικίου δραχμῶν κ ἐργατῶν ιβ δελφακίου 𐅵 η κέλλα … λον, ἐνοικίου δραχμῶν κ ἐργατῶν ιβ δελφακίου 𐅵 καὶ ἐξ ἀριστερῶν ἐκ βορρᾶ κελλῶν δ ὧν α κέλλα ὑπὸ προστάτην Λογγίνου, ἐνοικίου δραχμῶν κ δελφακίου 𐅵, χωρὶς ἐργατῶν β κέλλα ὑπὸ ἐνοικίου δραχμῶν κ ἐργατῶν ιβ δελφακίου 𐅵 γ κέλλα ὑπὸ προστάτην Αὔλωνος, ἐνοικίου δραχμῶν κ δελφακίου 𐅵, χωρὶς ἐργατῶν δ κέλλα πρότερον οὖσα ἀργή, νυνὶ δὲ ὑπὸ Χαιρήμονα, ἐνοικίου δραχμῶν κ ἐργατῶν ιβ δελφακίου 𐅵 καὶ ἐκ δεξιῶν ἐκ βορρᾶ ὁμοίως, πρώτης στέγης ὧν· α κέλλα, ἔστιν ταμεῖον, πρότερον οὖσα ὑπὸ κυριακὸν χόρτον, νυνὶ δὲ ὑπὸ Χρυσᾶν, ἐνοικίου δραχμῶν κ ἐργατῶν ιβ δελφακίου 𐅵 καὶ ἐπάνω τοῦ ταμείου ὧν· α κέλλα ὑπὸ Ἥρωνα προστάτην νεοφύτων Αὔλωνος ἐνοικίου δραχμῶν κ δελφακίου 𐅵, χωρὶς ἐργατῶν ὁμοίως νότον ἐπὶ βορρᾶ α κέλλα ὑπὸ Ὃλʼ ἀπὸ τῆς Ἀλεξάνδρου, ἐνοικίου δραχμῶν κ ἐργατῶν ιβ δελφακίου 𐅵 β κέλλα πρότερον οὖσα ὑπὸ Νεῖλον, νυνὶ οὖσα ἀργή γ κέλλα ὑπὸ Τουτουῆν, ἐνοικίου δραχμῶν κ ἐργατῶν ιβ δελφακίου 𐅵 δ κέλλα διπλῆ οὖσα, ἐν ᾗ μυλαῖον, ὑπὸ Ἀνὸψʼ μυλωνικὸν μισθωτήν, χωρὶς παντός ε κέλλα ὑπὸ Ὀννῶφριν Φανιώτην, ἐνοικίου δραχμῶν κ ἐργατῶν ιβ δελφακίου 𐅵 ϛ κέλλα ὑπὸ Κάστορα, ἐνοικίου δραχμῶν κ ἐργατῶν ιβ δελφακίου 𐅵 καὶ ἐπάνω τούτων, δευτέρας στέγης κελλῶν γ ὧν· α κέλλα πρότερον οὖσα ὑπὸ Νεμεσᾶν, νυνὶ δὲ ἀργή β κέλλα ὑπὸ Πετερμοῦθιν, ἐνοικίου δραχμῶν κ ἐργατῶν ιβ δελφακίου 𐅵 γ κέλλα ὑπὸ Νίννον Κολλούθου κηπουρὸν μισθωτήν, χωρὶς ἐνοικίου καὶ παντός ληνὸς ἐγγύς, ἐν αὐτῇ ὧν γερδιακὸν ἐργαστήριον διὰ Ἆπον γέρδιν μισθωτήν, χωρὶς παντός στεμφυλούργιον ὑπὸ Ἡραΐσκον καὶ τοὺς σὺν αὐτῷ μισθωτὰς καὶ ἀπὸ λιβὸς ὁμοίως τοῦ ἐποικίου ὧν·

---

Documentary Papyri, P.Mich. 11. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;11.
