# P.Mich. 11 620.v.2.209-620.v.4.262

Documentary Papyri, P.Mich. 11, 620.v.2.209 to 620.v.4.262. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-11/620.v.2.209
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-11/620.v.2.209

λόγος ἀναλωμάτων γενομένων διʼ ἐμοῦ τοῦ Χοίακ μηνὸς τοῦ ἐνεστῶτος γ ἔτους ἔστι δέ· γενικὸς ὁμοίως. ἐλοιπογραφήθην ἐκ λόγου τοῦ προτέρου μηνὸς πυροῦ ἀρτάβαι λϛ τούτων ἀνηλώθησαν ἐμοὶ Ἀλκιμέδοντι ὑπὲρ ὀψωνίου πυροῦ ἀρτάβη α λοιπαὶ εἰς τὸν ἑξῆς μῆνα πυροῦ ἀρτάβαι λε χόρτου ὁμοίως ἐλοιπογραφήθην ἐκ λόγου τοῦ προτέρου μηνὸς δέσμαι Δχπζ τούτων ἀνηλώθησαν ὄναις θηλίαις γ καὶ πωλαρίοις β μεινάντων αὐτῶν ἐν τῇ φροντίδι ἐπὶ ἡμέρας ιζ ὡς τῆς ἡμέρας δεσμῶν λϛ γίνονται δέσμαι χιβ ὁμοίως βαδισταῖς β καὶ ἵππῳ α ἐλθόντων ὑπὸ Ἰουλιανὸν καὶ μείναντος αὐτοῦ ἐν τῇ φροντίδι ἐπὶ ἡμέρας ια ὡς τῆς ἡμέρας δεσμῶν λβ γίνονται δέσμαι λεβ ὁμοίως καμήλοις ιβ τοῦ εὐσχήμονος ἐλθόντων ἐπὶ οἶνον τῇ ιε καὶ κοιμηθέντων παρʼ ἐμοὶ, δέσμαι ρμδ γίνονται ἀναλώματος δέσμαι Αρη λοιπαὶ εἰς τὸν ἑξῆς μῆνα δέσμαι Γφμα οἴνου ὁμοίως ἐλοιπογραφήθην ἐκ λόγου τοῦ προτέρου μηνὸς μονόχωρα Απα 𐅵, ἐν διχώροις ϙα, ἐν Ὀξυρυγχιτίοις φπε καὶ μονοχώροις κβ τούτων ἐπέμφθη εἰς Φιλαγρίδα Σαβείνῳ οἰνοπώλῃ διὰ καμήλωνιβτοῦ εὐσχήμονος διὰ καμηλατῶν Ἀντιὲψʼ καὶ …ωνον Ὀξυρυγχίτια ρ καὶ ὁμοίως ἐπέμφθη εἰς Μαγαΐδα Σαραπᾷ οἰνοπώλῃ διὰ τῶν αὐτῶν καμήλων Ὀξυρυγχίτια ρ καὶ ὁμοίως ἐπέμφθη εἰς Διονυσιάδα Σωτηρίχῳ φροντιστῇ διὰ τῶν αὐτῶν καμήλων Ὀξυρυγχίτια ρ γίνεται τῶν ἀναλωθέντων Ὀξυρυγχίτια τ ἅ ἐστι μονόχωρα υν λοιπὰ ἀποκείμενα εἰς τὸν ἑξῆς μῆνα μονόχωρα χλα 𐅵 ἐν διχώροις ϙα καὶ Ὀξυρυγχιτίοις σπε καὶ μονοχώροις κβ παρέλαβον παρὰ Σαπρίωνος φροντιστοῦ τῆς Ἀλεξάνδροῦ ὄξους Ὀξυρυγχίτια γ τούτων ἀνηλώθησαν τοῖς πλαστευταῖς Ὀξυρυγχίτια λοιπὸν ἀποκείμενον Ὀξυρυγχίτιον καὶ ἀνηλώθησαν ὑπʼ ἐμοῦ τοῖς πλαστευταῖς φακῆς μέτρα β ἀπεργασία ὄνων θηλίων γ διὰ Πωλίωνος ὀνηλάτου ἔμειναν ἐν τῇ φροντίδι ἀπὸ α ἕως ιζ ἡμερῶν ιζ ὧν τὰ ἔργα· ἄχυρον μεταφέροντες εἰς τὰς πλαστὰς τῶν κτημάτων πρὸ τῶν πλαστευτῶν ἐπὶ ἡμέρας ιϛ σὺν τῷ ὀνηλάτῃ, ἡμερησίως προστάτης α καὶ ἤργησεν τὰ αὐτὰ κτήνη ἐπὶ ἡμέραν α γίνονται αἱ προκείμεναι ἡμέραι ιζ. καὶ τῇ ιη ἀπʼ ὄρθου ἀπελήλυθεν εἰς τὴν Ἀλεξάνδρου ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Τῦβι ε Οὐαλερίῳ Τιτανιανῷ νεωκόρῳ τοῦ μεγάλου Σαράπιδος ἀπὸ ἐπάρχων οὐιγούλων τῶν ἐν τῷ Μουσίῳ σιτουμένων ἀτελῶν παρὰ Ἀλκιμέδοντος προνοουμένου τῶν περὶ Θεαδέλφιαν.

---

Documentary Papyri, P.Mich. 11. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;11.
