# P.Mich. 11 620.v.4.263-620.v.7.315

Documentary Papyri, P.Mich. 11, 620.v.4.263 to 620.v.7.315. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-11/620.v.4.263
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-11/620.v.4.263

λόγος λημμάτων καὶ ἀναλωμάτων γενομένων διʼ ἐμοῦ τῷ Τῦβι μηνὶ τοῦ ἐνεστῶτος γ ἔτους ἔστι δέ· γενικὸς ὁμοίως. ἐλοιπογραφήθην ἐκ λόγου τοῦ προτέρου μηνὸς πυροῦ ἀρτάβαι λε καὶ παρέλαβον παρὰ Ἡρώβης μισθωτοῦ μέτρῳ δρόμῳ τετραχοινίκῳ ἄλλας πυροῦ ἀρτάβας οθ μέτρα β γίνονται πυροῦ ἀρτάβαι ριδ μέτρα β. τούτων ἀνηλώθησαν Ἀπολλῶτι πλαστευτῇ καὶ τοῖς σὺν αὐτῷ πλαστευταῖς πυροῦ ἀρτάβη α 𐅵 Ἀγαθείνῳ τέκτονι καὶ τοῖς σὺν αὐτῷ τέκτοσι πυροῦ ἀρτάβαι β 𐅵 καὶ ιζ ἀνηνέχθησαν ἐπὶ τῆς πόλεως διὰ κτηνῶν ἀρρενικῶν κδ τοῦ εὐσχήμονος διὰ …ραῦτος καὶ Ἡρακλῆτος καὶ Ἀμμωνᾶ τοῦ καὶ Σαραπίωνος καὶ τῶν σὺν αὐτοῖς ὀνηλατῶν πυροῦ ἀρτάβαι οθ μέτρα β ἐμοὶ Ἀλκιμέδοντι ὑπὲρ ὀψωνίου πυροῦ ἀρτάβη α γίνονται ἀναλώματος πυροῦ ἀρτάβαι πδ μέτρα β λοιπαὶ εἰς τὸν ἑξῆς μῆνα πυροῦ ἀρτάβαι λ χόρτου ὁμοίως ἐλοιπογραφήθην ἐκ λόγου τοῦ προτέρου μηνὸς δέσμαι Γφμθ τούτων ἀνηλώθησαν ὄναις θηλίαις δ καὶ πωλαρίῳ α ἐλθόντων αὐτῶν ἀπὸ Διονυσιάδος τῇ ϛ καὶ μεινάντων αὐτῶν ἐν τῇ φροντίδι ἐπὶ ἡμέρας δ ὡς τῆς ἡμέρας δεσμῶν μγ, γίνονται δέσμαι ροβ ὁμοίως ἄλλοις ὄνοις ἀρρενικοῖς κβ καὶ μούλοις β τοῦ εὐσχήμονος ἐλθόντων αὐτῶν ὑπὸ Κάλαμον τῇ ια καὶ μεινάντων παρʼ ἐμοί, δέσμαι σμδ ὁμοίως τοῖς αὐτοῖς κτησί, ἐλθόντων αὐτῶν ἀπὸ Διονυσιάδος τῇ ιγ καὶ κοιμηθέντων παρʼ ἐμοί, δέσμαι σμδ ὁμοίως τῇ αὐτῇ ἡμέρᾳ ὄνῳ α ὑπὸ Καπίτονα, δέσμαι ι βαδισταῖς β καὶ ἵππῳ α ἐλθόντων ὑπὸ Ἰουλιανὸν καὶ μεινάντων παρʼ ἐμοί, δέσμαι λβ ἄλλοις ὄνοις ὁμοίως κγ καὶ μούλῳ α ἐλθόντων ὑπὸ Κάλαμον τῇ ιε καὶ μεινάντων παρʼ ἐμοί, δέσμαι σμβ ιϛ ὁμοίως τοῖς αὐτοῖς κτησί, ἀργησάντων αὐτῶν, δέσμαι σμβ ὁμοίως ταύροις β ἐλθόντων τῆς οὐσίας, ἀργησάντων αὐτῶν ἐπὶ ἡμέρας … ὡς τῆς ἡμέρας δεσμῶν … γίνονται δέσμαι … ὄξους ὁμοίως ἐλοιπογραφήθην ἐκ λόγου τοῦ προτέρου μηνὸς Ὀξυρυγχίτιον α παρέλαβον παρὰ Σαπρίωνος φροντιστοῦ τῆς Ἀλεξάνδρου ἄλλα Ὀξυρυγχίτια … γίνεται ὄξους Ὀξυρυγχίτια … τούτων ἀνηλώθησαν … Παυλείνῳ τέκτονι καὶ τοῖς σὺν αὐτῷ τέκτοσι Ὀξυρυγχίτιον α λοιπὰ εἰς τὸν ἑξῆς μῆνα Ὀξυρυγχίτια … καλάμου ὁμοίως ἀνηνέχθη μοι ἀπὸ τῆς Ἀλκ… διὰ ὄνων ἀρρενικῶν κδ τοῦ εὐσχήμονος διὰ … … καὶ Παησίου καὶ Η… τοῖς ὀνηλάταις … … ὁμοίως διʼ ἄλλων κτηνῶν … το… καὶ Ἡρακλῆτος … ἀπὸ της Ἀλεξάνδρου … καὶ ἀνηνέχθη ἐμοὶ π…αι. Ἡρακλείδου ἀπὸ τῆς αὐτῆς Ἀλεξάνδρου καλάμου μυριάδες β Ηω

---

Documentary Papyri, P.Mich. 11. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;11.
