# P.Mich. 12 636rpdupl.12-22

Documentary Papyri, P.Mich. 12, 636rpdupl.12 to 636rpdupl.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-12/636rpdupl.12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-12/636rpdupl.12

καὶ ἀνενεχυράστους καὶ ἀνεπιδανείστους καὶ καθαρὰς ἀπὸ μὲν τελεσμάτων πάντων, τῶν δημοσίων παντοίων σιτικῶν τε καὶ κριθικῶν καὶ ἀργυρικῶν καὶ ἀννωνῶν καὶ ἑτέρων παντοίων ἐπιβολῶν καὶ τῆς θείας διατυπώσεως ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ Μεσορὴ μηνὸς τοῦ ἐνεστῶτος ιη ἔτους καὶ ιζ ἔτους καὶ ι ἔτους ὄντων πρὸς τὸν ὁμολογοῦντα Ἀτίσιον διὰ τὸ καὶ τὴν ἐπικειμένην ἐν ταῖς ἀρούραις τῷ ἐνεστῶτι ἔτει σπορὰν αὐτῷ τῷ Ἀτισίῳ διαφέρειν, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως διαπαντός, καὶ ἀπὸ τοῦ νῦν κρατεῖν τὸν Ἥρωνα τῶν παραχωρηθέντων καὶ ἐκχωρηθέντων αὐτῷ ἀρουρῶν πασῶν καὶ κυριεύειν καὶ τὰ ἐξ αὐτῶν περιγεινόμενα ἀπὸ τοῦ ἑξῆς εὐτυχῶς εἰσιόντος ἔτους εἰς τὸ ἴδιον αὐτὸν ἀποφέρεσθαι και ἐξουσίαν ἔχειν διοικεῖν καὶ οἰκονομεῖν περὶ αὐτῶν καὶ … τὴν βασιλικὴν γῆν ὡς ἐὰν αἱρῆται καὶ διευθύνειν αὐτὸν τῷ τῷ ἱερωτάτῳ ταμείῳ ἀπὸ τοῦ Θὼθ μηνὸς τοῦ εὐτυχῶς εἰσιόντος ἔτους τὰ δημόσια πάντα καὶ ἀννώνας καὶ ἐπιβολὰς πάσας καὶ τὴν θείαν διαπύτωσιν ἐπὶ τὸν ἀεὶ χρόνον, ἐφʼ ἃς καὶ μὴ ἐπιπορεύεσθαι αὐτὸν τὸν Ἀτίσιον μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ μηδένα κατὰ μηδένα τρόπον ἀλλὰ καὶ τὸν ἐπελευσόμενον καθʼ ὁντιναοῦν τρόπον …ν ἀποστήσειν αὐτὸν παραχρῆμα τοῖς ἰδίοις αὐτοῦ δαπανήμασι, ἔτι καὶ προσεκτίσειν τὰ ἀναλώματα διπλᾶ χωρὶς τοῦ μένειν κύρια καὶ τὰ προγεγραμμένα, καὶ οὐκ οὔσης ἐξουσίας οὔτε τῷ ἐκχωρήσαντι Ἀτισίῳ οὔτε μὴν τῷ ἐκχωρηθέντι Ἥρωνι … αὐτὸν ἀλλάξει τὸν ἕτερον ἢ παραβῆναι τι τῶν ἐνγεγραμμένων κατὰ μηδένα τρόπον διὰ τὸ ἑκουσίῳ καὶ αὐθαιρέτῳ γνώμῃ ἐπὶ τήνδε τὴν παραχώρησιν καὶ ἐκχώρησιν αὐτοὺς ἐληλυθέναι, καὶ περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς γεγονέναι ἐπερωτηθέντες ὡμολόγησαν. Αὐρήλιος Ἀτίσιος Ἁτρῆ ὁμολογῶ παρακεχωρηκέναι τὰς ὑπαρχούσας μοι περὶ ὁριοδικτίαν κώμης Καρανίδος ἰδιωτικῆς γῆς ἐπὶ τὸ αὐτὸ ἀρούρας πέντε τέταρτον ὄγδοον ἑκκαιδέκατον τετρακαιεξηκοστόν ἔτι τε καὶ ἐκκεχωρηκέναι βασιλικῆς γῆς ἐπὶ τὸ αὐτὸ ἀρούρας ἑπτὰ ἥμισυ τέταρτον ὄγδοον ὧν αἱ γειτνίαι πρόκεινται, ἀντὶ τῶν δημοσίων τελεσμάτων αὐτῶν πάντων καὶ τῆς θείας διατυπώσεως, καὶ βεβαιῶ καὶ ἐμμενῶ πᾶσι καὶ οὐδὲ παραβήσομαι ὡς πρόκειται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος … ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Αὐρήλιος Ἥρων Ἄπωνος γέγονεν εἴς με ἡ παραχώρησις καὶ ἐκχώρησις τῶν προκειμένων ἀρουρῶν πασῶν καὶ τελέσω τὰ ὑπὲρ αὐτῶν δημόσια πάντα καὶ τὴν θείαν διατύπωσιν ἀπὸ τοῦ Θὼθ μηνὸς τοῦ εὐτυχῶς εἰσιόντος ιθ ἔτους καὶ ιη ἔτους καὶ ια ἔτους ἐπὶ τὸν ἅπαντα χρόνον ὡς πρόκειται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀμμώνιος

---

Documentary Papyri, P.Mich. 12. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;12.
