# P.Mich. 13 659.ctr.1-66

Documentary Papyri, P.Mich. 13, 659.ctr.1 to 659.ctr.66. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-13/659.ctr.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-13/659.ctr.1

… …γεγενημένην συγγραφὴν καὶ δὴ καὶ προήγαγον τὴν ὠνιακὴν συγγραφὴν εἰς Ἰωάννην τὸν εὐλαβέστατον γεγενημένην τοῦ μνημονευθέντος κτήματος περιέχουσαν καὶ τοὺς τότε καθυπογράψαντας μάρτυρας προσμαρτυροῦντας τῇ τῶν τριακονταὲξ νομισμάτων καταβολῇ. προήγαγον δὲ καὶ πρᾶσιν ἑτέραν κατανομῆς τινος παρὰ Ψαιῶτος γεγενημένην ἑτέροις ὕστερον χρόνοις πρὸς τὸν μνημονευθέντα Ἰωάννην τὸν τῆς εὐλαβοῦς μνήμης μνήμην ἔχουσαν τῆς πρότερον συντεθείσης ὠνιακῆς συγγραφῆς τοῦ μνημονευθέντος κτήματος καὶ ταύτην βεβαιοῦσαν, ἐκεῖθεν διισχυριζόμενοι καὶ κατασκευάζοντες ῆς εἴπερ κατὰ βίαν καὶ ἀνάγκην τινὰ πεποιηκὼς ἧν πρότερον τὴν τοῦ κτήματος ὠνιακὴν συγγραφήν, οὐκ ἂν μετὰ ταῦτα ταύτην ἐβεβαίου κατὰ τὴν μεταγενεστέραν τῆς κατανομῆς ὠνιακὴν συγγραφήν. πρὸς ταῦτα ἀντιδικαιολογούμενοι οἱ τοῦ διώκοντος μέρους τὴν μὲν μεταγενεστέραν ὠνιακὴν συγγραφὴν τὴν τῆς κατανομῆς χωρὶς βίας τινὸς ὡμολόγησαν γεγενῆσθαι, ἔφησαν δὲ μὴ εἰδέναι τὸν τρόπον καθʼ ὃν μνήμη τις κατὰ ταύτην γέγονεν τῆς προτέρας πράσεως τῆς περὶ τοῦ κτήματος ἀλλὰ μᾶλλον κατὰ συναρπαγὴν ἢ κατὰ δόλον τοῦ συμβολαιογράφου ταύτην ἐντετάχθαι τὸ τηνικαῦτα καὶ ἁπλῶς ἀπῄτουν τοὺς τοῦ φεύγοντος μέρους ἀποδεικνύειν τὴν τῶν τριακονταὲξ νομισμάτων καταβολήν. οἱ δὲ μάρτυρας ἢ καὶ ἀποδείξεις ἑτέρας τῆς τῶν τριακονταὲξ νομισμάτων καταβολῆς ἔφησαν ἔχειν μὴ δύνασθαι μηδὲ νομίμως ἀπαιτεῖσθαι τὰς περὶ τούτου τοῦ μέρους ἀποδείξεις παρῳχηκότος λοιπὸν εἰκοσαετοῦς χρόνου πλέω ἔλαττον ἐξ οὗπερ τὸ κτῆμα πέπραται καὶ ἡ ἐπὶ τούτῳ συντέθειται ὠνιακὴ συγγραφή. δικαιολογούμενοι πρὸς ταῦτα οἱ τοῦ διώκοντος μέρους ἐδίδαξαν πολλάκις ἐκβοήσεσι κεχρῆσθαι κατὰ τὴν ἁγίαν ἐκκλησίαν κατὰ Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης, προσεληλυθέναι δὲ πολλάκις καὶ τῷ τῆς ἐπαρχείας ἄρχοντι περὶ ταύτης τῆς αἰτίας, περιδρομῆς δὲ πολλῆς γεγενημένης τῶν ἀντιδίκων ἀποκεκλεῖσθαι τοῦ περὶ ταύτης ζητήσεως λόγου. καὶ δὴ δικαιωμάτων ἑτέρων προκομισθέντων παρὰ τῶν τοῦ φεύγοντος μέρους πρὸς σύστασιν τῆς τοῦ κτήματος ὠνιακῆς συγγραφῆς καὶ πολλῶν ἐπὶ τούτοις λεχθέντων καὶ δικαιολογηθέντων παρὰ τῶν ἀφʼ ἑκατέρου μέρους τέλος κατά τινα μεσιτείαν καὶ φιλικήν τινα σύμβασιν καὶ κατάκρισιν καὶ δοκιμασίαν τοῦ κοινοῦ διαγνώμονος ἔδοξεν καὶ συνήρεσεν τοῖς ἀφʼ ἑκατέρου μέρους ὥστε Βίκτορα τὸν εὐλαβέστατον καὶ Σενούθην πληροῦντας τὸ πρόσωπον Ἀπολλῶτος καὶ Παύλου καὶ Μαρίας τέκνων καὶ κληρονόμων Ἰωάννου τοῦ τῆς εύλαβοῦς μνήμης ὄρκον καταβάλλειν σωματικὸν ὅτι δὴ ἀκριβῶς ἐπίστανται ὡς οἱ τριακονταὲξ χρυσοῖ λόγῳ τιμήματος ὑπὲρ τοῦ μνημονευθέντος κτήματος κατεβλήθησαν ἐπὶ Ψαιῶτα καὶ Ταλοῦν τὴν αὐτοῦ σύμβιον κατὰ τὸν τῆς πράσεως

---

Documentary Papyri, P.Mich. 13. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;13.
