# P.Mich. 13 659.ctr.115-160

Documentary Papyri, P.Mich. 13, 659.ctr.115 to 659.ctr.160. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-13/659.ctr.115
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-13/659.ctr.115

ἔτι κεκίνηκε πρὸς αὐτοὺς Ψάιος ὡς κατά τινα περίστασιν ἀσφάλειάν τινα πεποιηκὼς αὐτοῖς περὶ οἰκίας αὐτῷ προσηκούσης ἀποσοβήσεως καὶ καθαροποιήσεως ἕνεκεν τοῦ τετάρτου μέρους τοῦ κτήματος τοῦ κατὰ Θεοδόσιον τὸν ἀπὸ Πακῆρκε διακειμένου ἐν πεδιάδι κώμης Ἀφροδίτης τοῦ αὐτοῦ Ἀνταιοπολίτου νομοῦ καὶ ἔδοξεν καὶ συνήρεσεν τοῖς ἀφʼ ἑκατέρου μέρους ὥστε τοὺς κληρονόμους Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης μηδένα λόγον ἔχειν πρὸς Ψάιον περὶ τοῦ μνημονευθέντος οἴκου. πρὸς δὲ ἀναίρεσιν πάσης ἀμφιβολίας μεταξὺ τῶν μερῶν ἔδοξεν τό τε προενηνεγμένον παρὰ Ψαιῶ ἐντάγιον τῶν δεκαοκτὼ νομισμάτων καὶ τὴν ἀσφάλειαν τοῦ τε σίτου καὶ τοῦ χρυσίου τοῦ δῆθεν λόγῳ δημοσίων ἀπῃτημένου διαρραγῆναι καὶ εἴ τι δὲ ἕτερον τοιοῦτο κατὰ λήθην ἴσως ἀπέμεινεν παρʼ αὐτῷ μὴ προενηνεγμένον ἀρτίως ἔδοξεν καὶ τοῦτο μηδεμίαν ἔχειν ἰσχὺν ἀλλʼ ἄκυρον καὶ ἀνίσχυρον διὰ τὸ ἐπὶ πάσῃ ἀναιρέσει πάσης ζητήσεως καὶ ἀμφιβολίας μεταξὺ τῶν μερῶν ταῦτα δεδόχθαι. τούτων τοίνυν οὕτω δοξάντων καὶ στερχθέντων παρὰ τῶν ἀφʼ ἑκατέρου μέρους κατὰ τὸ ἀναγκαῖον ἐπὶ ταύτην ἐληλύθασι τὴν γενικὴν καὶ περιεκτικὴν διάλυσιν ἀναιρετικὴν τυγχάνουσαν πάσης ἐποχῆς καὶ παντὸς σπέρματος δίκης καθʼ ἣν Ψάιος μὲν καὶ Ταλοῦ ὁμολογοῦσιν ὑποδεδέχθαι τὰ λοιπὰ νομίσματα δεκατέσσαρα παρὰ κεράτια πεντηκονταὲξ ζυγῷ δημοσίῳ εἰς συμπλήρωσιν τῆς τιμῆς τοῦ κτήματος καλουμένου Ταυσίρεως κατὰ τὰ δόξαντα μεταξὺ αὐτῶν, γείτονες τοῦ αὐτοῦ κτήματος νότου γήδια τῶν κληρονόμων Ἑρμαουῶτος Ψύρου γενομένου πρεσβυτέρου βορρᾶ γήδια τῶν κληρονόμων Μαριὰμ Ψαιῶτος ἀπηλιώτου γήδια ἄπα Βησαρίωνος Ἰωάννου πρεσβυτέρου λιβὸς γήδια τῶν κληρονόμων Ῥαχῆλ Ἑρμαουῶτος ἢ οἷοι ἂν ὦσι γείτονες πάντῃ πάντοθεν καὶ ὁμολογοῦσιν μηδένα λόγον ἔχειν ἔτι πρὸς τοὺς κληρονόμους Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης περὶ τῶν μνημονευθέντων κτημάτων τῶν καὶ πεπραμένων αὐτοῖς κατὰ διαφόρους καιροὺς μήτε περὶ μέρους αὐτῶν μήτε περὶ καρπῶν παντὸς τοῦ φθάσαντος χρόνου μήτε περὶ παντὸς ἀλλὰ καὶ ὁμολογοῦσιν τὰς περὶ τούτων συντεθείσας κατὰ διαφόρους καιροὺς ὠνιακὰς συγγραφὰς κυρίας εἶναι καὶ βεβαίας πανταχοῦ προφερομένας.

---

Documentary Papyri, P.Mich. 13. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;13.
