# P.Mich. 13 659.ctr.210-258

Documentary Papyri, P.Mich. 13, 659.ctr.210 to 659.ctr.258. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-13/659.ctr.210
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-13/659.ctr.210

πανταχοῦ προφερόμενον διὰ τὸ ἐπὶ πάσῃ ἀπαλλαγῇ καὶ τελείᾳ τομῇ πάσης τῆς κατʼ αὐτοῦ ζητήσεως ταῦτα δεδόχθαι μεταξὺ τῶν μερῶν. ὁμολογοῦσιν δὲ καὶ Βίκτωρ ὁ εὐλαβέστατος καὶ Σενούθης πληροῦντες τὸ πρόσωπον τῶν κληρονόμων Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης μηδένα λόγον ἔχειν πρὸς Ψάιον περὶ τῆς οἰκίας τῆς αὐτῷ προσηκούσης μήτε ἀντιποιεῖσθαι ταύτης καθʼ οἱονδήποτε χρόνον ἢ τρόπον ἀλλὰ καὶ τὴν ἔγγραφον ἀσφάλειαν τήν πρώην παρʼ αὐτοῦ γεγενημένην εἰς αὐτοὺς ὁμολογοῦσιν εὑρίσκοντες ἀναδιδόναι ἤγουν μένουσαν παρʼ αὐτοῖς ἀργὴν καὶ ἀνίσχυρον εἶναι πανταχοῦ προφερομένην. ἔτι ὁμολογοῦσιν καὶ τὴ παντοίαν δημοσίαν συντέλειαν τὴν ἐνελκομένην τοῖς πεπραμένοις Ἰωάννῃ τῷ τῆς εὐλαβοῦς μνήμης κτήμασι κατὰ διαφόρους καιροὺς ἐπιγινώσκειν ἀνελλιπῶς καὶ ἐπὶ τὸν ἑξῆς ἅπαντα χρόνον πρὸς τὴν γεγενημένην μέτρησιν ἢ καὶ πρὸς ἑτέραν ὡς εἰκὸς ἐσομένην τοῦ κινδύνου μειώσεως ἤτοι αὐξήσεως δημοσίων τελεσμάτων κατὰ τὸ εἰκὸς ἐσομένης ὁρῶντος αὐτοὺς κινδύνῳ αὐτῶν καὶ τῆς αὐτῶν περιουσίας καὶ ὁμολογοῦσι τὸ ἀζήμιον καὶ τὸ ἀνενόχλητον εἶναι Ψαιῶτι καὶ Ταλοῦτι τῇ αὐτοῦ συμβίῳ παντοίων δημοσίων τελεσμάτων ἕνεκεν τῶν αὐτῶν κτημάτων ἐξ οὗπερ παρειλήφασι αὐτοὶ ἤτοι Ἰωάννης ὁ τῆς εὐλαβοῦς μνήμης τὰ αὐτὰ κτήματα μέχρι τῆς νῦν καὶ ἐπὶ τὸν ἑξῆς ἅπαντα χρόνον. καὶ ὁμολογοῦσι μηδένα λόγον ἔχειν πρὸς αὐτοὺς περὶ ἑτέρου οἱουδήποτε πράγματος ἁπαξαπλῶς μήτε περὶ δαπανημάτων μήτε περὶ ζημιωμάτων διὰ τὸ ἐπὶ πάσῃ ἀπαλλαγῇ καὶ τελείᾳ τομῇ τῆς κατʼ αὐτοὺς ὑποθέσεως ταύτην μεταξὺ αὐτῶν γεγενῆσθαι τὴν γενικὴν διάλυσιν καθʼ ἣν ὁμολογοῦσιν οἱ ἀφʼ ἑκατέρου μέρους ἅπαντες ἀλλήλοις καὶ ἕκαστος αὐτῶν καὶ ἑκάτερος τῷ ἑτέρῳ κεχωρισμένος μηδένα λόγον ἔχειν πρὸς ἀλλήλους περὶ οἱουδήποτε πράγματος μικροῦ ἢ μεγάλου ἐγγράφου ἢ ἀγράφου νοηθέντος ἢ μὴ νοηθέντος εἰς νοῦν ἐλθόντος ἢ μὴ ἐλθόντος λεχθέντος ἢ μὴ λεχθέντος κριθέντος ἢ μὴ κριθέντος καὶ τοῦ λοιποῦ μὴ ἐγκαλεῖν αὐτοὺς ἀλλήλοις μήτε ἐγκαλέσειν μήτε ἐν ἐπιχωρίῳ δικαστηρίῳ μήτε ἐν ὑπερορίῳ μήτε ἐκτὸς δικαστηρίων μὴ διʼ ἑαυτῶν μὴ διʼ ἐντολέως μὴ διὰ παρενθέτου οἱουδήποτε προσώπου οὐκ αὐτοὶ οὐ κληρονόμοι αὐτῶν οὐ διάδοχοι οὐ διακάτοχοι πρὸς ἀλλήλους καὶ κληρονόμους ἀλλήλων καὶ διαδόχους καὶ διακατόχους διὰ τὸ ἐν ἅπασι αὐτοὺς ἀπηλλάχθαι ἐπὶ τῷ προτεταγμένῳ τύπῳ καὶ ἐπὶ τούτοις πᾶσιν ἑκάτερον μέρος ἐπωμόσατο τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ καλλινίκου δεσπότου τῆς οἰκουμένης Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου

---

Documentary Papyri, P.Mich. 13. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;13.
