# P.Mich. 18 785A

Documentary Papyri, P.Mich. 18, P.Mich. 18 785 a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-18/785A
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-18/785A

ἔτους ὀγδόου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Δύστρου γ Τῦβι γ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Τιθουῆς πρεσβύτερος Πεταῦτος ὡς ἐτῶν τεσσεράκοντα τριῶν οὐλὴ ἀντικνημίωι δεξιῶι μεμερικέναι μετὰ τὴν ἑαυτοῦ τελευτὴν τοῖς ἑαυτοῦ τέκνοις Πεταῦτι καὶ Θαήσει καὶ Ταμύσθᾳ τοῖς τρισὶ γεγονόσι αὐτῶι ἐξ ἧς συνέστι γυναικὸς Ταπετσίρεως τῆς Πνεφερῶτος καὶ αὐτῇ Ταπετσίρει, τῶι μὲν ἀρρένωι υἱῶι Πεταῦτι τὸν ὑπάρχοντα αὐτῶι τῶι ὁμολογοῦντι Τιθουεῖ ἐν κώμῃ Καρανίδι πατρικὸν κλῆρον κατοικικὸν ἀρούρης μιᾶς ἡμίσους ἀπὸ ἀρουρῶν τριῶν κοινῶν καὶ ἀδιαιρέτων πρὸς τὸν τοῦ ὁμολογοῦντος ἀδελφὸν Τιθουῆν ἐν μιᾷ σφραγῖδι χωρὶς ἐπιβολῆς κώμης, τῶι δʼ αὐτῶι υἱῶι Πεταῦτι καὶ τὸ ὑπάρχον αὐτῶι τῶι ὁμολογοῦντι ἥμισυ μέρος κοινὸν καὶ ἀδιαίρετον πατρικῆς οἰκίας καὶ τὸ ὑπάρχον τῶι αὐτῶι ὁμολογοῦντι ἐν Καρανίδι μητρικῶν ἥμισυ μέρος κοινὸν καὶ ἀδιαίρετον πρὸς τὸν τοῦ ὁμολογοῦντος ἀδελφὸν Τιθοῆν, τῶι δʼ αὐτῶι υἱῶι Πεταῦτι καὶ ἀπὸ τῶν ὑπαρχόντων αὐτῶι τῶι ὁμολογοῦντι Τιθουεῖ κτηνῶν ὄνον θήλειαν καὶ τὴν ἐπακολουθοῦσαν πῶλον θήλειαν, τῶι δʼ αὐτῶι υἱῶι Πεταῦτι καὶ ταῖς θυγατράσι κοινῶς ἐξ ἴσου ἑκάστωι κατὰ τὸ τρίτον μέρος τὰ ὑπάρχοντα αὐτῶι τῶι ὁμολογοῦντι ἀγελικὰ πρόβατα σύμμικτα ἀριθμῶι καὶ τοὺς ἐπακολουθοῦντας ἄρν́ας καὶ ἐρίφους· τῆι δὲ προγεγραμμένηι τοῦ ὁμολογοῦντος γυναικὶ ἔχειν τὴν τῆς προγεγραμμένης οἰκίας ἐνοίκησιν καὶ ἃ ἐὰν καταλείπῃ σκευάρια καὶ ἐπίπλοα καὶ ἐνοφειλόμενα αὐτῶι καθʼ ὃ δήποτε οὖν τρόπον ἐξέσται καὶ τὰ περιγενόμενα ὧν γεωργεῖ ὁ ὁμολογῶν κατοικικῶν ἐδαφῶν ἐκ τοῦ ἐνεστῶτος η ἔτους· ἀντὶ τῶν ἐξακολουθούντων περιγενομένων ἡ γυνή Ταπετσῖρις ποιήσεται τὴν διόρθωσιν ὧν ὀφείλει ὁ ὁμολογῶν ὀφειλημάτων παντοίων …σαν τὴν τούτων καρπείαν· τὰ γενήματα καὶ πρόσφορα τῶν μεμερισμένων τοῖς τέκνοις …κε Πεταῦς ἃ καὶ παραδώσει ἡ Ταπετσῖρις πενταετίαν καθαρὰ ἀπὸ δημοσίων πάντων καὶ πάσης δαπάνης …μυθως· … ους καὶ ἀνεκλογίστους οὐθὲν μέντοι ἁπλῶς ἐξαλλοτριοῦσαν ἐπὶ καταχρηματισμὸν …χοις εὐδοκεῖν. Ταπετσῖρις Πνεφερῶτος ὡς ἐτῶν μα οὐλὴ πήχει δεξιῶι μετὰ κυρίου τοῦ ἀδελφοῦ … ὡς ἐτῶν … οὐλὴ … δεξιῶι καὶ Ἀφροδίσιος ὡς ἐτῶν νε οὐλὴ ἀντικνημίωι δεξιῶι. ἔτους η Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Τῦβι γ. ἀναγέγραπται διὰ τοῦ ἐν Πτολεμαίδι Εὐεργέτιδι γραφείου.

---

Documentary Papyri, P.Mich. 18. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;18.
