# P.Mich. 2 123.8.17-123.9.8

Documentary Papyri, P.Mich. 2, 123.8.17 to 123.9.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-2/123.8.17
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-2/123.8.17

ι ὁμολογία Τατεφερῶτος πρὸς Ὀρσεῦν ἀποχῆς φερνῆς δραχμῶν ξ. ὀβολοὶ ιβ ὁμολογία Κολλούθου πρὸς Ψουμέριν πράσεως δούλης Κρονιαίνης. δραχμαὶ ιβ ια ὁμολογία Ὀννόφριος πρὸς Κρονίωνα ἐνοικήσεως ἀργυρίου δραχμῶν λβ. ὀβολοὶ θ ιβ ὁμολογία Ἐπιμάχου πρὸς τοὺς υἱοὺς μεριτείας. ἀργυρίου δραχμῶν ιβ πρᾶσις Πατύνεως Κολλαεῖτος πρὸς Ἁρμιῦσιν οἰκίας καὶ αἰθρίου. δραχμαὶ μ ὁμοίως παρὰ τοῦ αὐτοῦ Ἁρμιύσιος ὑπὲρ ὑπομνήματος. δραχμαὶ δ ὑπόμνημα Ὀννόφρι τῆς Πασεψήμιος. ὀβολοὶ γ ιδ ὁμολογία Ἡρακλείδου πρὸς Ταορσενοῦφιν φερνῆς δραχμῶν ρ. ὀβολοὶ ιη δάνειον Λυσιμάχου πρὸς Ὧρον καὶ ἄλλον ἀργυρίου δραχμῶν φμ καὶ πυροῦ ἀρταβῶν λη 𐅵. δραχμαὶ η χειρογραφία ἀπολυσίμων καὶ προβατοκτηνοτρόφων περὶ τὸ φυλάσσειν ὑδάτια. χάρις ὁμολογία Θενχεῶτος καὶ ἄλλου πρὸς Χράτην ὑποθήκης ἀργυρίου δραχμῶν ρ. δραχμαὶ δ ιϛ δάνειον Πετούριος πρὸς Παποντῶν καὶ τὴν γυναῖκα ἀργυρίου δραχμῶν ξ. ὀβολοὶ ιβ ὁμολογία Πτολεμαίου πρὸς Ὀρσεῦν πράσεως ἱστῶν. ὀβολοὶ ε ὁμολογία Ἡρακλείδου πρὸς Ἡρὼν φερνῆς ἀργυρίου δραχμῶν ρ. ὀβολοὶ ιδ ὁμολογία Πετεεῦτος καὶ τοῦ ἀδελφοῦ πρὸς Ἑρμερῶτα εἰς τιμὴν λίνου δραχμῶν ρμη. ὀβολοὶ ιδ ἔχει Εὐδέμων Κενίτης παρʼ ἑαυτῷ ὁμολογίαν καὶ ὅ ὀφείλει νομ ιζ ὁμολογία Πατετήμιος καὶ τῆς γυναικὸς πρὸς Ἡρακλῆν παραθήκης δραχμῶν ρη. χάρις διὰ ἀμφοτέρων κα ὁμολογία Τεβενεῦτος πρὸς Σίφωνα φερνῆς ἀργυρίου δραχμῶν κ. ὀβολοὶ ε ἀναφόριον Μενιᾶτος ἀμπελικῆς Κερκευσίρεος φόρου δραχμῶν μ. ὀβολοὶ ζ διὰ Νεκφεραοῦτος τέκτονος. ἀργυρίου δραχμαὶ δ ροϛ δραχμαὶ κδ ὀβολοὶ β καὶ δραχμαὶ ρια. γίνονται τῶν ἕως τῆς κα δραχμαὶ ρλε ὀβολὸς α κβ ὁμολογία Ἁρμιούσιος καὶ ἄλλων πρὸς Ἡρὼν ἐνοικήσεως δραχμῶν μη. ὀβολοὶ ιδ κϛ ὁμολογία Ὀρσεῦτος πρὸς Ἡρακλῆν μισθώσεως χλωρῶν ἀρουρῶν β. ὀβολοὶ η ὧν ὀφείλει ὀβολοὺς ζ ἀναφόρια Εὐτύχου Χράτου καὶ Εὐτύχου Τακολληείνιος νομῶν φόρου δραχμῶν … ὀβολοὶ β ὁμολογία Ὀννόφριος πρὸς Ταορπουῶνσιν πράσεως τρίτου μέρους οἰκίας καὶ αὐλῆς … κζ ὁμολογία Πετεσούχου καὶ ἄλλων πρὸς Ἀμμώνιον … ὁμολογία …ρπ… τοῦ καὶ Ὀρσεῦτος πρὸς Ἀπολλώνιον … … πρὸς ἃς ἐδανείσατο ἀργυρίου δραχμάς … πρὸς Ταορσενοῦφιν … ὁμολογία τοῦ δεῖνος πρὸς Διονύσιον καὶ Ταορσεῦν διαιρέσεως … ὁμολογία τοῦ δεῖνος πρὸς Ταορσεῦν φερνῆς ἀργυρίου δραχμῶν ρξ. δραχμὴ α 𐅵 ὁμολογία τοῦ δεῖνος πρὸς Πετεσοῦχον περὶ ἡγουμενικήν. δραχμαὶ δ … διὰ Κρονίωνος Σωτηρίχου δραχμαὶ ϛ ὧν ὀφείλει … τοῦ Χοίαχ ἀργυρίου δραχμαὶ ρϙβ ὀβολοὶ κγ καὶ χρῆσις παρὰ Ὀρσενούφιος Βέλφιος δραχμαὶ δ καὶ παρὰ Εὐτύχου Φιλοῦτος δραχμαὶ κ καὶ παρὰ Σωτηρίχου Ἡρώδου δραχμαὶ κ

---

Documentary Papyri, P.Mich. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;2.
