# P.Mich. 20 809

Documentary Papyri, P.Mich. 20, P.Mich. 20 809. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-20/809
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-20/809

ὑπατείας Φλαουίου Μοδέστου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαουίου Ἀρινθέου τοῦ λαμπροτάτου κόμητος καὶ μαγίστρου τῆς πεδικῆς παρατάξεως Ἁθὺρ ι. Αὐρηλίοις Διοσκόρῳ Εὐλογίου καὶ Πέτρῳ Ἀγαθίνου καὶ Ἀγαθίνῳ Διδύμου καὶ Σαραπίωνι Πλουτάρχου καὶ Ἱέρακι Σερήνου καὶ Τιμαγένει Σερήνου τοῖς πᾶσι βουλευταῖς τῆς Ὀξυρυγχιτῶν πόλεως ἐπιμεληταῖς σίτου Ἀλεξανδρείας παρὰ Αὐρηλίου Ἰακὼβ Ἰάσωνος ἀπὸ Πανὸς πόλεως οἰκοῦντος ἐν Βαβυλῶνι κυβερνήτου δεσποτικοῦ πολυκώπου ἀπὸ ἀριθμοῦ Μέμφεως μετ ἐγγύων τῆς τοῦ γόμου παραδόσεως καὶ τοῦ ἐπενεγκεῖν ἄποχα γράμματα Αὐρηλίων Γεροντίου Ποσιδωνίου καὶ Εὐλογίου Πλουτίωνος δι’ Ἀμμωνίου υἱοῦ. ὁμολογοῦμεν ὀμνύντες τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ Γρατιανοῦ τῶν αἰωνίων Αὐγούστων ἐγὼ μὲν ὁ κυβερνήτης παρειληφέναι παρὰ τῶν ἑξῆς ἐγγεγραμμένων καὶ ἐμβεβλῆσθαι εἰς τὸ προτεταγμένον πλοῖον ἀπὸ λόγου τῆς εὐτυχοῦς πρώτης νέας ἰνδικτίονος πυροῦ νέου καθαροῦ ἀκρίθου καὶ ἀβρόχου καὶ ἐκτὸς πάσης αἰτίας καθεστηκότος μέτρῳ δημοσίῳ μετρήσει τῇ κελευσθείσῃ ἐπὶ τὸ αὐτὸ ἀρτάβας Ἀιε τὸν δὲ γόμον κατενέγκω ἐπὶ τὴν Ἀλεξάνδρειαν καὶ παραδώσομεν εἰς τοὺς ἐκεῖσαι δημοσίους θησαυροὺς ἀριθμῷ πλήρης καὶ τῆς τούτων παραδόσεως ἄποχα γραμματα ὑποδέξασθαι ἐπ’ ὀνόματος ὑμῶν τῶν ἐπιμελητῶν καὶ ἐπενεγκεῖν καὶ ἀναδοῦναι ὑμῖν, ἐγὼ δὲ ὁ ἐγγυητὴς ἑκουσίᾳ καὶ αὐθαιρέτῳ γνώμῃ ἐγγυᾶσθαι τὸν αὐτὸν Αὐρήλιον Ἰακὼβ κυβερνήτην παραδίδοντα τὸν γόμον τοῦ σίτου ἐκ πλήρους καὶ ἐπιφέροντα τὴν ἀποχήν. εἰ δὲ συμβαίη αὐτὸν ἐν παραδόσει γενόμενον λοιπασθῆναι ἐπάναγκες ἐμὲ τὸν ἐγγυητὴν ὑποστῆναι καὶ πληρῶσαι τὸ ζητούμενον πρὸς αὐτὸν μέτρον καὶ καθαρὰν τὴν ἀποχὴν ἐπενεγκεῖν εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ. Αὐρήλιος Εὐλόγιος Πλουτίωνος δι’ ἐμοῦ Ἀμμωνίου υἱοῦ ἐνγυῶμαι ἅμα Γεροντίῳ Ποσιδωνίου τὸν προκείμενον Ἰακὼβ πολυκωπίτην παραδίδοντα τὸν γόμον τῶν τοῦ σίτου ἀρταβῶν χιλίων δεκαπέντε ἐκ πλήρους καὶ ἐπιφέροντα τὴν ἀποχὴν ὡς πρόκειται. Αὐρήλιος Γερόντιος Ποσιδωνίου πολιτευόμενος ἐγγυῶμαι ἅμα Εὐλογίῳ Πλουτίωνος δι’ Ἀμμωνίου υἱοῦ τὸν προκίμενον Ἰακὼβ πολυκωπίτην παραδίδοντα τὸν γόμον τῶν τοῦ σίτου ἀρταβῶν χιλίων δεκαπέντε ἐκ πλήρους καὶ ἐπιφέροντα τὴν ἀποχὴν ὡς πρόκιται. Αὐρήλιος Ἰακὼβ Ἰάσωνος παρέλαβον καὶ ἐνεβαλόμην τὰς τοῦ πυροῦ νέου καθαροῦ ἀκρίθου καὶ ἀβρόχου ἀρτάβας χιλίας δεκαπέντε καὶ παραδώσω ὡς πρόκειται. δι’ ἐμοῦ Ἁρπάλου ἐγράφη. ἔστι δέ· σίτου ὑποστάσεως ἀρτάβαι Ἀιε οὕτως· α ἰνδικτίωνος πολιτικά· κωμητικά· ε πάγου, Ταμπεμοῦ, διὰ Νικία Παταψόιτος καὶ Αὐσίου Ἐπάρχου καὶ κοινωνῶν σιτολόγων ἀρταβ τλζ 𐅵 Ποσομποῦς, διὰ Γεροντίου καὶ Εὐλογίου πρεσβυτέρων ἀρταβ σξδ Μούχεως, διὰ Θεοδώρου καὶ Ἰωάννου καὶ κοινωνῶν σιτολόγων ἀρταβ ρβ Πινύρεως ἀρταβ οε 𐅵 οὕτως· Ἰσὰκ καὶ Παῦλος καὶ Πέτρος καὶ Ὡριγένης ἀρταβ λϛ 𐅷 Ὧρος καὶ Παῦλος καὶ Πακῦσις καὶ Παῦλος καὶ Πινῦχις καὶ Σοφία ἀρταβ ιδ 𐅵 δ Πανοῦφις καὶ Θέκλα ἀρταβ β δ Σιλβανὸς καὶ Ἰωάννης καὶ Παπνοῦθις καὶ Ἑρμίας καὶ οἱ κοινωνοὶ ἀρταβ κα 𐅵 γ αἱ προκείμεναι.

---

Documentary Papyri, P.Mich. 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;20.
