# P.Mich. 20 816

Documentary Papyri, P.Mich. 20, P.Mich. 20 816. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-20/816
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-20/816

ἀντίτυπον Φλάουιος Κλαύδιος Πατρίκιος ὁ λαμπρότατος ἔπαρχος ἀννώνης Ἀλεξανδρείας ἐξάκτορι Ὀξυρυγχείτου χαίρειν. κατὰ τὴν ἀποσταλεῖσαν παρὰ σοῦ πρὸς τὴν τάξιν ἀναφορὰν γίγνωσκε εἰσκεκομίσθαι τοῖς κατὰ Ἀλεξάνδρειαν θείοις θησαυροῖς ἐκ τοῦ ὑπὸ σὲ νομοῦ διὰ Ὡρίωνος Πτολεμαίου καὶ Ἡσυχίου Ἰουλιανοῦ καὶ κοινωνῶν ἐπιμελητῶν διὰ τῶν ἑξῆς πολυκωπιτῶν ὑπὲρ β ἰνδικτίωνος σίτου ἀρτάβας χιλίας ἐννακοσίας τεσσεράκοντα τρεῖς , τῇ μὲν πρὸ μιᾶς Νωνῶν Ἀπριλίων ἀρτάβας ὀκτακοσίας ἐννενήκοντα ἥμισυ , καὶ τῇ πρὸ τεσσάρων Εἰδῶν τῶν αὐτῶν ἀρτάβας χιλίας πεντήκοντα δύο ἥμισυ ὑπατείας τοῦ δεσπότου ἡμῶν Γρατιανοῦ αἰωνίου Αὐγούστου τὸ γ καὶ Φλαουίου Ἐκουτίου τοῦ λαμπροτάτου κόμιτος καὶ ἀναφέρεσθαι τοῖς λόγοις ἐξ ὑποσημειώσεως Ἀγαθοῦ Δαίμονος καὶ Μεγετίου καὶ Νεμεσίωνος καὶ Ἀσκλᾶ ἀπὸ στρατιᾶς ὑποδεκτῶν καὶ ἐξ ἀναφορᾶς ἰδίῳ κινδύνῳ Ἀρίου καὶ Ἰσιδώρου τῶν ταβουλαρίων τῆς τάξεως καὶ Ἐπιμάχου καὶ Προεχίου οἰκονόμων καὶ Διονυσίου βοηθοῦ διακεντήσεως ἧς τὸ ἀντίτυπον ὑποτέτακται ἡ ἐμὴ καθοσίωσις μεμάθηκεν, ὅπερ τῆς καταβολῆς ἕνεκεν ἀντιγραφῆναί σοι προσέταξα. ἔρρωσο. ἔστι δέ· διὰ Παωμίου ἀρτάβαι ωϙ 𐅵, διὰ Πααβεῦτος ἀρτάβαι Ανβ 𐅵 Φλάουιος Ἰσίδωρος ταβουλάριος συμφωνεῖ τὸ προκείμενον μέτρον τοῦ σίτου ἐν ἀρτάβαις χιλίαις ἐννακοσίαις τεσσεράκοντα τρισὶν ὡς προκείται. Φλάουιος Νεμεσίων ὑποδέκτης ἐσημειωσάμην τὴν ἀποχὴν τοῦ σίτου ἐν ἀρτάβαις χιλίαις ἐννακοσίαις τεσσεράκοντα τρισὶν μόναις. Φλάουιος Ἐπίμαχος οἰκονόμος συμφωνεῖ τὸ τὸ προκείμενον μέτρον τοῦ σίτου ἐν ἀρτάβαις χιλίαις ἐννακοσίαις τεσσεράκοντα τρισὶν μόναις. Φλάουιος Ἀμμώνιος βοηθὸς συμφωνεῖ ἐν ἀρτάβαις χιλίαις ἐννακοσίαις τεσσεράκοντα τρισὶν σίτου μόναις. Αὐρήλιος Σεραπίων ἐπιμελητὴς ἔσχον ἅμα τοῖς κοινωνοῖς τὴν ἐπενεχθεῖσαν ὑπὸ σοῦ αὐθεντικὴν ἀποχὴν τοῦδε τοῦ ἀντιτύπου τούτου ὡς πρόκειται. Παυμίου σίτου ἀρτάβαι ωϙ 𐅵 καὶ Πααβεῦτος σίτου ἀρτάβαι Ανβ 𐅵 πολυκωπιτῶν τῆς β ἰνδικτίωνος. λόγος κριθῆς …πεδεξα Κοπρέως ἐπὶ τῆς πέμπτης ἰνδικτίωνος οὕτως· παρὰ Κοπρέως καὶ τῶν ἀδελφῶν ἀπὸ λόγου φόρου ἀρταβ λα 𐅵, ἀπὸ λόγου ἐκθέσεως ἀρταβ ζ, διαφόρου ἀρταβ β γ, ὁμοῦ ἀρταβ μ 𐅵 γ. παρὰ Πα… φόρου ἀρταβ λα 𐅷, ἐκθέσεως ἀρταβ ε, διαφόρου ἀρταβ α 𐅷, ὁμοῦ ἀρταβ λη ϛ. παρὰ Πλ…τι καὶ Διδ… ἀπὸ λόγου ἐκθέσεως ἀρταβ ιε, διαφόρου ἀρταβ ε, ὁμοῦ ἀρταβ κ. παρὰ Το…υ ἀπὸ Πέτνη λόγου κεφαλαίου ἀρταβ κβ, διαφόρου ἀρταβ ζ γ, ὁμοῦ ἀρταβ κθ γ. παρὰ Παταεῖς ἀπὸ ἐποικίου Μελανθίου κεφαλαίου ἀρταβ ιζ, διαφόρου ἀρταβ ε 𐅷, ὁμοῦ ἀρταβ κβ 𐅷. παρὰ N…κ Παύλου …λλω… καὶ Κοπρι ἀρταβ ϛ, διαφόρου ἀρταβ β, ὁμοῦ ἀρταβ η. τούτων ἀνηνέχθη διὰ Κοπρέως εἰς τὴν πόλιν εἰς Μεσορὴ κε ἀρταβ ιγ καὶ ἀνηνέχθη εἰς τὴν πόλιν διὰ τοῦ μικροῦ χιμαυ Ἀγάθωνος ἀρταβ ιε καὶ εἰς ἕτερον πλοῖον διὰ Ἠλίας ἀπὸ ἐποικίου Ψάμμιδος ἀρταβ ιϛ Παυμίῳ ποταμίτῃ ἀρταβ α Παπ…νουθίου ἀπὸ …εννω μέτρα τέσσαρες Μαρτυρίῳ ἀμπελουργῷ μέτρα πέντε, τῷ ὄνῳ μέτρον α καὶ ἀνηνέχθη δι’ ἐμοῦ εἰς τὴν πόλιν ἀρταβ α.

---

Documentary Papyri, P.Mich. 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;20.
