# P.Mich. 3 198

Documentary Papyri, P.Mich. 3, P.Mich. 3 198. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-mich-3/198
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-mich-3/198

ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Γορπιαίου δωδεκάτῃ, Ἐπεὶφ ιβ, ἐν Βακχιάδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἁρυώτης Ἀλεξᾶ ὡς ἐτῶν ξγ, οὐλὴ ποδὶ ἀριστερῶι, Ὥρωι Ὥρου ὡς ἐτῶν ν, οὐλὴ ὀφρύι ἀριστερᾷ, ἀπέχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα τὸ ἐκφόριον καὶ τὰ σπέρματα τοῦ ἐνεστῶτος ὀγδόου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου οὗ γεωργεῖ αὐτοῦ περὶ Βακχιάδα κλήρου ἀρουρῶν τεσσάρων ἡμίσους πυροῦ ἀρτάβας εἴκοσι μέτρωι ἑξαχοινίκωι διὰ τὸ τὸν μισθώσεως χρόνον πεπληρῶσθαι καὶ μὴ ἐπελεύσεσθαι τὸν ὁμολογοῦντα μηδὲ τοὺς παρʼ αὐτοῦ ἐπὶ τὸν Ὧρον μηδὲ ἐπὶ τοὺς παρʼ αὐτοῦ μήτε περὶ τούτων καθὼς πρόκιται μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς πράγματος ἐνγράπτου μηδὲ ἀγράφου παντὸς συναλλαγμάτος μέχρι τῆς ἐνεστώσης ἡμέρας παρευρέσει μηδεμιᾷ. ὑπογραφεῖς τοῦ μὲν ὁμολογοῦντος Ἡλειόδωρος Ἡλειοδόρου ὡς ἐτῶν ν, οὐλὴ μήλῳ δεξιῷ, τοῦ δὲ ἄλλου Σουχᾶς Σοχώτου ὡς ἐτῶν μδ, οὐλὴ πήχει δεξιῷ. Ἁρυώτης Ἀλεξᾶ ὁμολογῶ ἀπέχειν παρὰ τοῦ Ὥρου τὸ ἐκφόριον καὶ τὰ σπέρματα τοῦ ἐνεστῶτος ὀγδόου ἔτους οὗ γεωργεῖ μου περὶ Βακχιάδα ἀρουρῶν τεσσάρων ἡμίσους πυροῦ ἀρτάβας εἴκοσι διὰ τὸ τὸν χρόνον τῆς μισθώσεως πεπληρῶσθαι καὶ οὐκ ἐπελεύσομαι περὶ οὐδενὸς καθὼς πρόκιται. Ἡλιόδωρος Ἡλιοδώρου ἔγραψα ὑπὲρ Ἁρυώτου τοῦ … μὴ εἰδότος γράμματα. Ὧρος Ὥρου γέγονε εἴς με ἡ ἀποχὴ καθὼς πρόκιται. Σουχᾶς Σοχώτου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἀναγέγραπται διὰ τοῦ ἐν Βακχιάδι γραφείου.

---

Documentary Papyri, P.Mich. 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.mich;3.
